Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἀλλʼ οὔτε τὸ τῆς ἀρετῆς πάθος ἠλεεῖτο παρὰ τοῖς πολεμίοις οὔτε τὸ τῆς ἡμέρας μῆκος ἤρκει πρὸς τὴν ὠμότητα τῆς τιμωρίας, πᾶσα δὲ ἡ πόλις ἐξεφορεῖτο παιδίων ὁμοῦ καὶ παρθένων ἑλκομένων καὶ τὸ τῆς τεκούσης οἰκτρὸν ἐπιβοωμένων ὄνομα· Καθόλου δὲ τῶν οἴκων σὺν ὅλαις ταῖς συγγενείαις ἁρπαζομένων πάνδημος ὑπῆρχε τῆς πόλεως ἀνδραποδισμός.

τῶν δὲ ὑπολελειμμένων Θηβαίων οἱ μὲν κατατετρωμένοι τὰ σώματα καὶ λιποψυχοῦντες συνεπλέκοντο τοῖς πολεμίοις, συναποθνήσκοντες τῇ τῶν ἐχθρῶν ἀπωλείᾳ, οἱ δὲ κλάσματι δόρατος ἐρειδόμενοι συνήντων τοῖς ἐπιφερομένοις καὶ διαγωνιζόμενοι τὸν ὕστατον ἀγῶνα προετίμων τὴν ἐλευθερίαν τῆς σωτηρίας.

πολλοῦ δὲ φόνου γενομένου καὶ τῆς πόλεως κατὰ πάντα τόπον νεκρῶν πληρουμένης οὐκ ἦν ὅστις ἰδὼν οὐκ ἂν ἠλέησε τὰς τύχας τῶν ἀκληρούντων. καὶ γὰρ τῶν Ἑλλήνων Θεσπιεῖς καὶ Πλαταιεῖς, ἔτι δʼ Ὀρχομένιοι καί τινες ἄλλοι τῶν ἀλλοτρίως διακειμένων πρὸς τοὺς Θηβαίους συστρατευόμενοι τῷ βασιλεῖ συνεισέπεσον εἰς τὴν πόλιν καὶ τὴν ἰδίαν ἔχθραν ἐν τοῖς τῶν ἠτυχηκότων ἀκληρήμασιν ἐναπεδείκνυντο.

διὸ καὶ πάθη πολλὰ καὶ δεινὰ κατὰ τὴν πόλιν ὁρᾶν ἦν γινόμενα· Ἕλληνες γὰρ ὑφʼ Ἑλλήνων ἀνηλεῶς ἀνῃροῦντο καὶ συγγενεῖς ὑπὸ τῶν κατὰ γένος προσηκόντων ἐφονεύοντο, μηδεμίαν ἐντροπὴν τῆς ὁμοφώνου διαλέκτου παρεχομένης. τέλος δὲ τῆς νυκτὸς ἐπικαταλαβούσης αἱ μὲν οἰκίαι διηρπάγησαν, τέκνα δὲ καὶ γυναῖκες καὶ οἱ γεγηρακότες εἰς τὰ ἱερὰ καταπεφευγότες μετὰ τῆς ἐσχάτης ὕβρεως ἀπήγοντο.