Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Λυσιμαχίδης, ἐν Ῥώμῃ δʼ ὕπατοι καθειστήκεισαν Κόιντος Σερουίλιος καὶ Μάρκος Ῥουτίλιος. ἐπὶ δὲ τούτων Τιμολέων ἐπανελθὼν εἰς Συρακούσσας πρῶτον μὲν τοὺς ἐγκαταλιπόντας αὐτὸν μισθοφόρους τοὺς μετὰ Θρασίου πάντας ἐκ τῆς πόλεως ὡς προδότας ὄντας ἐξέβαλεν.

οὗτοι δʼ εἰς τὴν Ἰταλίαν διαβάντες καὶ χωρίον τι παραθαλάττιον ἐν τῇ Βρεττίᾳ καταλαβόμενοι διήρπασαν. οἱ δὲ Βρέττιοι παροξυνθέντες εὐθὺς μετὰ δυνάμεως πολλῆς ἐστράτευσαν ἐπʼ αὐτοὺς καὶ τὸ χωρίον ἐκπολιορκήσαντες ἅπαντας κατηκόντισαν. οἱ μὲν οὖν καταλιπόντες τὸν Τιμολέοντα μισθοφόροι τῆς ἰδίας παρανομίας ἐπάθλου τοιαύτης συμφορᾶς ἔτυχον·

ὁ δὲ Τιμολέων Ποστόμιον τὸν Τυρρηνὸν δώδεκα λῃστρίσι τοὺς πλέοντας ληιζόμενον καὶ καταπλεύσαντα εἰς Συρακούσσας ὡς φίλον συλλαβὼν ἐθανάτωσεν. ὑπεδέξατο δὲ καὶ τοὺς ὑπὸ Κορινθίωνἐκπεμφθέντας οἰκήτορας φιλοφρόνως, ὄντας τὸν ἀριθμὸν πεντακισχιλίους. μετὰ δὲ ταῦτα τῶν Καρχηδονίων διαπρεσβευσαμένων καὶ πολλὰ δεηθέντων συνεχώρησεν αὐτοῖς τὴν εἰρήνην ὥστε τὰς μὲν Ἑλληνίδας πόλεις ἁπάσας ἐλευθέρας εἶναι, τὸν δὲ Λύκον καλούμενον ποταμὸν ὅριον εἶναι τῆς ἑκατέρων ἐπικρατείας· μὴ ἐξεῖναι δὲ Καρχηδονίοις βοηθῆσαι τοῖς τυράννοις τοῖς πολεμοῦσι πρὸς Συρακοσίους.

μετὰ δὲ ταῦτα τὸν μὲν Ἱκέταν καταπολεμήσας ἐθανάτωσε, τοὺς δʼ ἐν Αἴτνῃ Καμπανοὺς ἐκπολιορκήσας διέφθειρε. καὶ Νικόδημον μὲν τὸν Κεντοριπίνων τύραννον καταπληξάμενος ἐξέβαλεν ἐκ τῆς πόλεως, Ἀπολλωνιάδην δὲ τὸν Ἀγυριναίων δυνάστην παύσας τῆς τυραννίδος τοὺς ἐλευθερωθέντας Συρακοσίους ἐποίησε. καθόλου δὲ πάντας τοὺς κατὰ τὴν νῆσον τυράννους ῥιζοτομήσας καὶ τὰς πόλεις ἐλευθερώσας εἰς τὴν συμμαχίαν προσεδέξατο.