Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

πολλῶν δὲ καὶ χρημάτων καταληφθέντων διὰ τὸ τοὺς Καρχηδονίους ἐσχηκέναι πλῆθος ἐκπωμάτων ἀργυρῶν τε καὶ χρυσῶν, ἔτι δὲ τὸν ἄλλον κόσμον ὑπερβάλλοντα διὰ τὸ μέγεθος τῆς παρʼ αὐτοῖς εὐπορίας ἅπαντα συνεχώρησε τοῖς στρατιώταις ἔχειν ἔπαθλα τῆς ἀνδραγαθίας.

τῶν δὲ Καρχηδονίων οἱ διαφυγόντες τὸν ἐν τῇ μάχῃ κίνδυνον μόγις εἰς τὸ Λιλύβαιον διεσώθησαν. τοσαύτη δʼ αὐτοὺς κατάπληξις καὶ δέος κατεῖχεν ὥστε μὴ τολμᾶν εἰς τὰς ναῦς ἐμβαίνειν μηδʼ ἀποπλεῖν εἰς τὴν Λιβύην, ὡς διὰ τὴν τῶν θεῶν ἀλλοτριότητα πρὸς αὐτοὺς ὑπὸ τοῦ Λιβυκοῦ πελάγους καταποθησομένους.

οἱ δʼ ἐν τῇ Καρχηδόνι τὸ μέγεθος πυθόμενοι τῆς συμφορᾶς συνετρίβησαν ταῖς ψυχαῖς καὶ συντόμως ὑπελάμβανον ἥξειν ἐπʼ αὐτοὺς τὸν Τιμολέοντα μετὰ τῆς δυνάμεως. εὐθὺ δὲ Γέσκωνα τὸν Ἄννωνος πεφυγαδευμένον κατήγαγον καὶ στρατηγὸν ἀπέδειξαν διὰ τὸ δοκεῖν τόλμῃ τε καὶ στρατηγίᾳ διαφέρειν.

αὐτοὶ δʼ ἔκριναν πολιτικοῖς μὲν σώμασι μὴ διακινδυνεύειν, μισθοφόρους δὲ ἀλλοεθνεῖς ἀθροίζειν καὶ μάλιστα Ἕλληνας· ὑπακούσεσθαι δʼ αὐτοῖς πρὸς τὴν στρατείαν πολλοὺς ὑπελάμβανον διὰ τὸ μέγεθος τῆς μισθοφορᾶς καὶ τὴν εὐπορίαν τῆς Καρχηδόνος. εἰς δὲ τὴν Σικελίαν τοὺς εὐθέτους πρέσβεις ἐξέπεμψαν, προστάξαντες ἐφʼ οἷς ἂν ᾖ δυνατὸν συνθέσθαι τὴν εἰρήνην.