Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ἐκείνων δὲ προειληφότων ἱκανὸν διάστημα καὶ τῆς νυκτὸς ἐπιλαβούσης ἔφθασαν οἱ περὶ τὸν Τιμολέοντα ἀποπλεύσαντες εἰς τὸ Ταυρομένιον.
ὁ δὲ τῆς πόλεως ταύτης ἡγούμενος, διὰ παντὸς πεφρονηκὼς τὰ τῶν Συρακοσίων, Ἀνδρόμαχος, φιλοφρόνως ὑπεδέξατο τοὺς διωκομένους καὶ πολλὰ συνεβάλετο πρὸς τὴν σωτηρίαν αὐτῶν.
μετὰ δὲ ταῦτα ὁ μὲν Ἱκέτας ἀναλαβὼν τῶν στρατιωτῶν τοὺς ἀρίστους πεντακισχιλίους ἐστράτευσεν ἐπὶ τοὺς Ἀδρανίτας ἀντιπράττοντας αὐτῷ καὶ πλησίον τῆς πόλεως κατεστρατοπέδευσεν· ὁ δὲ Τιμολέων προσλαβόμενος παρὰ τῶν Ταυρομενίων στρατιώτας ἀνέζευξεν ἐκ τοῦ Ταυρομενίου, τοὺς ἅπαντας ἔχων οὐ πλείους τῶν χιλίων.