Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
Τιμολέων δὲ μετὰ τὴν κατάληψιν τῶν Συρακουσσῶν τρισὶν ἡμέραις ὕστερον κατέπλευσεν εἰς τὸ Ῥήγιον καὶ καθωρμίσθη πλησίον τῆς πόλεως.
ἐπικαταπλευσάντων δὲ καὶ τῶν Καρχηδονίων εἴκοσι τριήρεσι καὶ τῶν Ῥηγίνων συνεργούντων τῷ Τιμολέοντι καὶ κοινὴν ἐκκλησίαν ἐν τῇ πόλει συναγαγόντων καὶ περὶ συλλύσεως δημηγορούντων οἱ μὲν Καρχηδόνιοι διαλαβόντες τὸν Τιμολέοντα πεισθήσεσθαι τὸν εἰς Κόρινθον ἀπόπλουν ποιήσασθαι ῥᾳθύμως εἶχον τὰ κατὰ τὰς φυλακάς, ὁ δὲ Τιμολέων οὐδεμίαν ἔμφασιν διδοὺς τοῦ δρασμοῦ αὐτὸς μὲν πλησίον τοῦ βήματος ἔμεινε, λάθρᾳ δὲ παρήγγειλε τὰς ἐννέα ναῦς ἀποπλεῦσαι τὴν ταχίστην.
περισπωμένων δὲ τῶν Καρχηδονίων ταῖς ψυχαῖς περὶ τοὺς ἐγκαθέτως δημηγοροῦντας μακρῶς τῶν Ῥηγίνων ἔλαθεν ὁ Τιμολέων διαδρὰς ἐπὶ τὴν ὑπολελειμμένην ναῦν καὶ ταχέως ἐξέπλευσεν. οἱ δὲ Καρχηδόνιοι καταστρατηγηθέντες ἐπεβάλοντο διώκειν τοὺς περὶ τὸν Τιμολέοντα.