Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ὁ δὲ τῶν Περσῶν βασιλεὺς μετὰ τὴν ἅλωσιν τῆς Σιδῶνος, παραγενομένων αὐτῷ τῶν συμμάχων ἔκ τε Ἄργους καὶ Θηβῶν καὶ τῶν κατὰ τὴν Ἀσίαν Ἑλληνίδων πόλεων, ἀθροίσας πᾶσαν τὴν δύναμιν προῆγεν ἐπὶ τὴν Αἴγυπτον.
καταντήσας δʼ ἐπὶ τὴν μεγάλην λίμνην, καθʼ ἣν ἔστι τὰ καλούμενα Βάραθρα, μέρος τῆς δυνάμεως ἀπέβαλε διὰ τὴν ἀπειρίαν τῶν τόπων. περὶ δὲ τῆς κατὰ τὴν λίμνην φύσεως καὶ τοῦ περὶ αὐτὴν παραδόξου συμπτώματος προειρηκότες ἐν τῇ πρώτῃ βύβλῳ τὸ διλογεῖν περὶ τῶν αὐτῶν παρήσομεν.
διελθὼν δὲ τὰ Βάραθρα μετὰ τῆς δυνάμεως ὁ βασιλεὺς ἧκεν πρὸς τὸ Πηλούσιον· αὕτη δʼ ἐστὶ πόλις ἐπὶ τοῦ πρώτου στόματος, καθʼ ὃν τόπον ὁ Νεῖλος ποιεῖται τὰς ἐκβολάς. οἱ μὲν οὖν Πέρσαι κατεστρατοπέδευσαν ἀπὸ τεσσαράκοντα σταδίων τοῦ Πηλουσίου, οἱ δʼ Ἕλληνες πρὸς αὐτῷ τῷ πολίσματι.