Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀπολλοδώρου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον καὶ Γάιον Σουλπίκιον. ἐπὶ δὲ τούτων κατὰ τὴν Κύπρον Σαλαμινίων πολιορκουμένων ὑπʼ Εὐαγόρου καὶ Φωκίωνος αἱ μὲν ἄλλαι πόλεις ἅπασαι τοῖς Πέρσαις ὑπετάγησαν, τῆς δὲ Σαλαμῖνος βασιλεύων Πνυταγόρας μόνος ὑπέμεινε τὴν πολιορκίαν.

ὁ δʼ Εὐαγόρας πατρῴαν ἀρχὴν τὴν Σαλαμινίων ἀνεκτᾶτο καὶ διὰ τοῦ βασιλέως τῶν Περσῶν τὴν κάθοδον εἰς τὴν βασιλείαν ἐποιεῖτο. μετὰ δὲ ταῦτα διαβληθέντος αὐτοῦ πρὸς Ἀρταξέρξην καὶ τοῦ βασιλέως βοηθοῦντος τῷ Πνυταγόρᾳ ὁ μὲν Εὐαγόρας ἀπογνοὺς τὴν κάθοδον καὶ περὶ τῶν ἐγκλημάτων ἀπολογησάμενος ἄλλης ἡγεμονίας ἠξιώθη κατὰ τὴν Ἀσίαν μείζονος.

κακῶς δὲ τὰ κατὰ τὴν ἀρχὴν διοικήσας ἔφυγε πάλιν εἰς Κύπρον καὶ συλληφθεὶς τιμωρίας ἠξιώθη. ὁ δὲ Πνυταγόρας ἑκουσίως ὑποταγεὶς τοῖς Πέρσαις τὸ λοιπὸν ἀδεῶς ἐβασίλευε τῆς Σαλαμῖνος.