Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ γὰρ τὴν συγχωρηθεῖσαν τοῖς δήμοις αὐτονομίαν αἱ πόλεις ἐνέπιπτον εἰς ταραχὰς μεγάλας καὶ στάσεις, μάλιστα δὲ αἱ κατὰ τὴν Πελοπόννησον. ὀλιγαρχικοῖς γὰρ πολιτεύμασι κεχρημέναι, καὶ ταῖς τῆς δημοκρατίας ἐξουσίαις ἀπειραγάθως χρώμεναι, πολλοὺς τῶν ἀγαθῶν ἀνδρῶν ἐφυγάδευον καὶ κρίσεις ἐπιβάλλουσαι συκοφαντώδεις κατεδίκαζον. διόπερ εἰς στάσεις ἐμπίπτουσαι φυγὰς καὶ δημεύσεις οὐσιῶν ἐποιοῦντο, μάλιστα δὲ πρὸς τοὺς ἐπὶ τῆς Λακεδαιμονίων ἡγεμονίας προεστηκότας τῶν πατρίδων.

ἐν γὰρ τοῖς τότε χρόνοις ἐπιτακτικῶς ἐκείνων τοῖς πολίταις προσενηνεγμένων, ὕστερον ὁ δημοτικὸς ὄχλος ἀπολαβὼν τὴν ἐλευθερίαν ἐμνησικάκει. πρῶτον δὲ τῶν Φιαλέων οἱ φυγάδες συστραφέντες κατελάβοντο τὴν καλουμένην Ἡραίαν, χωρίον ὀχυρόν. ἐκ ταύτης δʼ ὁρμηθέντες παρεισέπεσον εἰς τὴν Φιάλειαν, καὶ Διονυσίαν κατὰ τύχην ὄντων ἐπιπεσόντες ἀπροσδοκήτως τοῖς ἐν τῷ θεάτρῳ καθημένοις, καὶ πολλοὺς ἀποσφάξαντες, οὐκ ὀλίγους δὲ καὶ συναπονοήσασθαι πείσαντες, ἀνεχώρησαν εἰς τὴν Σπάρτην.

οἱ δὲ τῆς Κορίνθου φυγάδες, συχνοὶ διατρίβοντες παρὰ τοῖς Ἀργείοις, ἐπεχείρησαν κατιέναι· παραδεχθέντες δʼ ἐπὶ τὴν πόλιν ὑπό τινων οἰκείων καὶ φίλων, διαβληθέντες ἐγένοντο περικατάληπτοι· μέλλοντες δὲ συναρπάζεσθαι, καὶ φοβούμενοι τὴν ἐκ τῆς ἁλώσεως αἰκίαν, ἀλλήλους ἀπέκτειναν. οἱ δὲ Κορίνθιοι πολλοὺς τῶν πολιτῶν αἰτιασάμενοι μετεσχηκέναι τοῖς φυγάσι τῆς ἐπιθέσεως, οὓς μὲν ἀπέκτειναν, οὓς δʼ ἐφυγάδευσαν.