Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δὲ Θηβαῖοι, τῇ τε ῥώμῃ τῶν σωμάτων καὶ ταῖς ἀλκαῖς διαφέροντες καὶ πολλαῖς μάχαις προνενικηκότες τοὺς Λακεδαιμονίους, μετέωροι τοῖς φρονήμασιν ὑπῆρχον καὶ τῆς κατὰ γῆν ἡγεμονίας ἠμφισβήτουν. οὐ διεψεύσθησαν δὲ τῆς ἐλπίδος διὰ τὰς εἰρημένας αἰτίας καὶ διὰ τὸ πλείονας ἔχειν ἀγαθοὺς ἡγεμόνας καὶ στρατηγοὺς κατὰ τοὺς ὑποκειμένους χρόνους.

ἐπιφανέστατοι δʼ ἦσαν Πελοπίδας καὶ Γοργίδας καὶ Ἐπαμεινώνδας· οὗτος γὰρ οὐ μόνον τῶν ὁμοεθνούντων, ἀλλὰ καὶ πάντων Ἑλλήνων πολὺ προέσχεν ἀνδρείᾳ τε καὶ στρατηγικῇ συνέσει. μετέσχε γὰρ ἐπὶ πολὺ πάσης παιδείας, καὶ μάλιστα τῆς Πυθαγορικῆς φιλοσοφίας· πρὸς δὲ τούτοις φυσικοῖς προτερήμασι κεχορηγημένος, εἰκότως καὶ πράξεις ἐπιφανεστάτας συνετέλεσεν. διὸ καὶ συναναγκασθεὶς ὀλίγοις πολιτικοῖς στρατιώταις πρὸς πάσας τὰς τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων δυνάμεις ἀγωνίσασθαι, τοσοῦτον ὑπερέσχε τῶν ἀνικήτων στρατιωτῶν, ὥστε τὸν βασιλέα τῶν Σπαρτιατῶν Κλεόμβροτον ἀνελεῖν, τὸ δὲ πλῆθος τῶν ἀντιταχθέντων ἄρδην σχεδὸν κατακόψαι.

καὶ τὰ τηλικαῦτα παραδόξως διεπράξατο διὰ τὴν ἀγχίνοιαν καὶ τὴν ἐκ παιδείας αὐτῷ περιγεγενημένην ἀρετήν. ἀλλὰ περὶ μὲν τούτων μικρὸν ὕστερον ἐν τοῖς κατὰ μέρος ἐκτεθεῖσι σαφέστερον δηλώσομεν, νῦν δʼ ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας τρεψόμεθα.