Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δὲ συνόντες τῷ Ἀγησιλάῳ Σπαρτιᾶται σύμβουλοι καὶ οἱ τὰς ἡγεμονίας ἔχοντες ἐθαύμαζον, πῶς δραστικὸς εἶναι δοκῶν Ἀγησίλαος καὶ μείζονα καὶ δυναμικωτέραν ἔχων τὴν δύναμιν οὐ διηγωνίσατο πρὸς τοὺς πολεμίους. πρὸς οὓς ὁ Ἀγησίλαος ἀπεκρίθη, νῦν μὲν ἀκινδύνως τοὺς Λακεδαιμονίους νενικηκέναι· πορθουμένῃ γὰρ τῇ χώρᾳ μὴ τετολμηκέναι τοὺς Βοιωτοὺς βοηθῆσαι· εἰ δʼ αὐτῶν τῶν πολεμίων παρακεχωρηκότων τῆς νίκης ἐβιάσατο τοὺς πολεμίους ὑπομένειν τὸ δεινόν, ἴσως ἂν διὰ τὸ παράλογον τῆς τύχης δύναιντο καὶ πταῖσαι κατὰ τὸν κίνδυνον οἱ Λακεδαιμόνιοι.

τότε μὲν οὖν διὰ τῆς ἀποκρίσεως ταύτης ἔδοξε μετρίως κατεστοχάσθαι τὸ δυνάμενον ἀποβῆναι, ὕστερον δὲ διὰ τῶν ἀποτελεσμάτων ἔδοξεν οὐκ ἀνθρωπίνην ἀπόφασιν, ἀλλὰ θεῖόν τινα χρησμὸν εἰρηκέναι. οἱ γὰρ Λακεδαιμόνιοι μετὰ πολλῆς δυνάμεως στρατεύσαντες ἐπὶ Θηβαίους, καὶ συναναγκάσαντες αὐτοὺς ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίσασθαι, μεγάλῃ συμφορᾷ περιέπεσον.

τὸ μὲν γὰρ πρῶτον ἐν Λεύκτροις ἡττηθέντες πολλοὺς ἀπώλεσαν τῶν πολιτῶν, ἐν οἷς καὶ ὁ βασιλεὺς αὐτῶν Κλεόμβροτος ἔπεσε· μετὰ δὲ ταῦτα περὶ Μαντίνειαν πολεμήσαντες τοῖς ὅλοις ἐσφάλησαν καὶ τὴν ἡγεμονίαν ἀνελπίστως ἀπέβαλον. ἀγαθὴ γὰρ ἡ τύχη τοὺς μέγα φρονοῦντας παραδόξως σφῆλαι καὶ διδάξαι μηδὲν ἄγαν κατελπίζειν. ὁ γοῦν Ἀγησίλαος ἐχεφρόνως ἀρκεσθεὶς τῷ πρώτῳ προτερήματι, τὴν δύναμιν ἀσινῆ διεφύλαξεν.

μετὰ δὲ ταῦτα ὁ μὲν Ἀγησίλαος μετὰ τῆς δυνάμεως ἐπανῆλθεν εἰς τὴν Πελοπόννησον, οἱ δὲ Θηβαῖοι διὰ τὴν Χαβρίου στρατηγίαν σωθέντες ἐθαύμασαν τἀνδρὸς τὴν ἐν τῷ στρατηγήματι ἀγχίνοιαν. ὁ δὲ Χαβρίας, πολλῶν καὶ καλῶν αὐτῷ πεπραγμένων κατὰ πόλεμον, ἐπὶ τούτῳ μάλιστα ἐσεμνύνετο τῷ στρατηγήματι, καὶ τὰς εἰκόνας τὰς ὑπὸ τοῦ δήμου δοθείσας αὐτῷ καθίστανεν ἐχούσας τοῦτο τὸ σχῆμα.

οἱ δὲ Θηβαῖοι μετὰ τὴν ἀπαλλαγὴν τὴν Ἀγησιλάου στρατεύσαντες ἐπὶ Θεσπιὰς τὴν μὲν προφυλακήν, οὖσαν ἀνδρῶν διακοσίων, ἀνεῖλον, τῇ δὲ πόλει προσβολὰς συνεχεῖς ποιούμενοι, καὶ μηδὲν ἀξιόλογον πράξαντες, ἀπῆγον τὴν δύναμιν εἰς τὰς Θήβας.

Φοιβίδας δὲ ὁ Λακεδαιμόνιος, ἔχων ἀξιόλογον φρουρὰν ἐν ταῖς Θεσπιαῖς, ἐκχυθεὶς ἐκ τῆς πόλεως καὶ προπετῶς τοῖς ἀποχωροῦσι Θηβαίοις ἐπιθέμενος, τῶν μὲν στρατιωτῶν ἀπέβαλε πλείους τῶν πεντακοσίων, αὐτὸς δὲ λαμπρῶς ἀγωνισάμενος καὶ πολλοῖς ἐναντίοις τραύμασι περιπεσὼν ἡρωικῶς κατέστρεψε τὸν βίον.