Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ δʼ Ἀγησίλαος προαγαγὼν τὴν δύναμιν, ἧκεν εἰς τὴν Βοιωτίαν, ἔχων τοὺς σύμπαντας στρατιώτας πλείους τῶν μυρίων ὀκτακισχιλίων, ὧν ἦσαν αἱ Λακεδαιμονίων πέντε μόραι· τὴν δὲ μόραν ἀναπληροῦσιν ἄνδρες πεντακόσιοι. ὁ δὲ Σκιρίτης καλούμενος λόχος παρὰ τοῖς Σπαρτιάταις οὐ συντάττεται μετὰ τῶν ἄλλων, ἀλλʼ ἰδίαν ἔχων σύστασιν μετὰ τοῦ βασιλέως ἵσταται, καὶ παραβοηθεῖ τοῖς αἰεὶ θλιβομένοις μέρεσι· συνεστὼς δʼ ἐξ ἐπιλέκτων ἀνθρώπων μεγάλας ποιεῖται ῥοπὰς ἐν ταῖς παρατάξεσι καὶ κατὰ τὸ πλεῖστον αἴτιος γίνεται τῆς νίκης. ἱππεῖς δʼ εἶχεν ὁ Ἀγησίλαος χιλίους καὶ πεντακοσίους.

οὗτος μὲν οὖν παραγενόμενος εἰς πόλιν Θεσπιάς, φρουρουμένην ὑπὸ Λακεδαιμονίων, πλησίον ταύτης κατεστρατοπέδευσε, καὶ τοὺς στρατιώτας ἐφʼ ἡμέρας τινὰς ἀνελάμβανεν ἐκ τῆς κακοπαθείας. Ἀθηναῖοι δὲ πυθόμενοι τὴν τῶν Λακεδαιμονίων παρουσίαν εἰς τὴν Βοιωτίαν, εὐθὺς ἐβοήθουν εἰς τὰς Θήβας, ἔχοντες πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ διακοσίους.

τούτων δὲ τῶν δυνάμεων ἀθροισθεισῶν εἰς ἕνα τόπον, οἱ μὲν Θηβαῖοι λόφον τινὰ κατελάβοντο παραμήκη, σταδίους ἀπέχοντα τῆς πόλεως εἴκοσι, καὶ πρόβλημα ποιησάμενοι τὰς δυσχωρίας ἀνέμενον τὴν τῶν πολεμίων ἔφοδον· τὴν γὰρ Ἀγησιλάου δόξαν καταπεπληγμένοι, τὸν ἐν τοῖς πεδίοις ἐξ ἴσου κίνδυνον ὑπομένειν εὐλαβοῦντο.

ὁ δʼ Ἀγησίλαος συντεταγμένῃ τῇ δυνάμει προάγων ἐπὶ τοὺς Βοιωτούς, ὡς ἤγγισε τοῖς πολεμίοις, τὸ μὲν πρῶτον τοὺς ψιλοὺς ἐπαφῆκε τοῖς ἐναντίοις, πειρώμενος πῶς ἔχουσι πρὸς τὴν μάχην. ἀποκρουσαμένων δὲ αὐτοὺς τῶν Θηβαίων ῥᾳδίως ἐκ τόπων ὑπερδεξίων, ἐπήγαγε πᾶσαν ἐπʼ αὐτοὺς τὴν δύναμιν συντεταγμένην καταπληκτικῶς.

Χαβρίας δʼ ὁ Ἀθηναῖος τῶν μισθοφόρων ἀφηγούμενος παρήγγειλε τοῖς στρατιώταις δέχεσθαι τοὺς πολεμίους καταπεφρονηκότως ἅμα καὶ τεταγμένως, καὶ τὰς ἀσπίδας πρὸς τὸ γόνυ κλίναντας ὀρθῷ τῷ δόρατι μένειν.

ὧν ποιησάντων τὸ προσταχθὲν ὥσπερ ἀφʼ ἑνὸς παρακελεύσματος, ὁ Ἀγησίλαος θαυμάσας τήν τε εὐταξίαν τῶν πολεμίων καὶ τὴν καταφρόνησιν, τὸ μὲν βιάζεσθαι πρὸς ὑπερδεξίους τόπους καὶ συναναγκάζειν τοὺς ἐναντίους ἄνδρας ἀγαθοὺς γίνεσθαι πρὸς τὸν ἐκ χειρὸς κίνδυνον οὐκ ἔκρινε, πεῖραν δὲ λαβὼν ὅτι τολμήσουσιν ἀναγκαζόμενοι διαγωνίσασθαι περὶ τῆς νίκης, ἐν τῷ πεδίῳ προεκαλεῖτο. οὐ συγκαταβαινόντων δὲ τῶν Θηβαίων, τὴν μὲν φάλαγγα τῶν πεζῶν ἀπήγαγε, τοὺς δʼ ἱππεῖς καὶ τὰ ψιλικὰ τῶν ταγμάτων ἐξαποστείλας ἐπόρθησε τὴν χώραν ἀδεῶς καὶ πολλῶν λαφύρων ἐγκρατὴς ἐγένετο.