Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
τοιαύτης δὲ παραστάσεως ἐμπεσούσης εἰς τὰς τῶν πολιορκουμένων ψυχάς, συνέβαινε τοὺς Σικελιώτας εἰς πολλὴν ἀπορίαν ἐμπίπτειν.
ἀπὸ γὰρ τῶν ἐπερεισθεισῶν σανίδων μαχόμενοι κακῶς ἀπήλλαττον διά τε τὴν στενοχωρίαν καὶ διὰ τὸ τοὺς ἐναντίους ἀπονενοημένως κινδυνεύειν, ὡς ἂν ἀπογινώσκοντας τὸ ζῆν· ὥσθʼ οἱ μὲν εἰς χεῖρας συμπλεκόμενοι καὶ τραύματα διδόντες καὶ λαμβάνοντες ἀπέθνησκον, οἱ δʼ ὑπὸ τῶν Μοτυαίων ἐξωθούμενοι καὶ ἀπὸ τῶν σανίδων ἀποπίπτοντες εἰς τὴν γῆν ἀπώλλυντο.
τέλος δʼ ἐφʼ ἡμέρας τοιαύτης τινὸς τῆς πολιορκίας γινομένης, Διονύσιος αἰεὶ πρὸς τὴν ἑσπέραν τῇ σάλπιγγι τοὺς μαχομένους ἀνακαλούμενος ἔλυε τὴν πολιορκίαν. εἰς τοιαύτην δὲ συνήθειαν τοὺς Μοτυαίους ἀγαγών, ἐπειδὴ παρʼ ἑκατέρων οἱ κινδυνεύοντες ἀπῆλθον, ἀπέστειλεν Ἀρχύλον τὸν Θούριον μετὰ τῶν ἐπιλέκτων·
οὗτος δʼ ἤδη νυκτὸς οὔσης προσήρεισε ταῖς πεπτωκυίαις οἰκίαις κλίμακας, διʼ ὧν ἀναβὰς καὶ καταλαβόμενός τινα τόπον εὔκαιρον παρεδέχετο τοὺς περὶ τὸν Διονύσιον.
οἱ δὲ Μοτυαῖοι τὸ γεγενημένον αἰσθόμενοι παραυτίκα μετὰ πάσης σπουδῆς παρεβοήθουν, καὶ τῶν καιρῶν ὑστεροῦντες οὐδὲν ἧττον ὑπέστησαν τὸν κίνδυνον. γενομένης δὲ τῆς μάχης ἰσχυρᾶς καὶ πολλῶν προσαναβάντων, μόγις οἱ Σικελιῶται τῷ πλήθει κατεπόνησαν τοὺς ἀνθεστηκότας.
εὐθὺς δὲ καὶ διὰ τοῦ χώματος ἡ δύναμις ἅπασα τοῦ Διονυσίου παρεισέπεσεν εἰς τὴν πόλιν, καὶ πᾶς τόπος ἔγεμε τῶν ἀναιρουμένων· οἱ γὰρ Σικελιῶται ὠμότητα ὠμότητι σπεύδοντες ἀμύνεσθαι, πάντας ἑξῆς ἀνῄρουν, ἁπλῶς οὐ παιδός, οὐ γυναικός, οὐ πρεσβύτου φειδόμενοι.