Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ μὲν γὰρ Σικελιῶται κεκρατηκέναι τῆς πόλεως ἤδη νομίζοντες, πᾶν ὑπέμενον ἕνεκεν τοῦ τοὺς Φοίνικας ἀμύνεσθαι, περὶ ὧν πρότερον εἰς αὐτοὺς ἡμαρτήκεισαν· οἱ δʼ ἐκ τῆς πόλεως πρὸ ὀφθαλμῶν λαμβάνοντες τὰ τῆς αἰχμαλωσίας δεινά, καὶ φυγὴν οὐδεμίαν ὁρῶντες ὑπάρχουσαν οὔτε κατὰ γῆν οὔτε κατὰ θάλατταν, οὐκ ἀγενῶς ὑπέμενον τὸν θάνατον.

θεωροῦντες δὲ τὴν ἀπὸ τῶν τειχῶν ἐπικουρίαν περιῃρημένην, ἐνέφραττον τοὺς στενωπούς, καὶ ταῖς ἐσχάταις οἰκίαις ἐχρῶντο καθάπερ τειχίῳ πολυτελῶς ᾠκοδομημένῳ. ὅθεν εἰς μείζονα δυσχέρειαν οἱ περὶ τὸν Διονύσιον παρεγενήθησαν.

παρεισπεσόντες γὰρ ἐντὸς τοῦ τείχους, καὶ δοκοῦντες ἤδη κυριεύειν τῆς πόλεως, ὑπὸ τῶν ἐν ταῖς οἰκίαις ὄντων ἐξ ὑπερδεξίων τόπων κατετιτρώσκοντο.

οὐ μὴν ἀλλὰ τοὺς ξυλίνους πύργους προσαγαγόντες ταῖς πρώταις οἰκίαις ἐπιβάθρας κατεσκεύασαν. ἴσων δʼ ὄντων τῶν μηχανημάτων τοῖς οἰκοδομήμασι, τὸ λοιπὸν ἐκ χειρὸς συνέβαινεν εἶναι τὴν μάχην. οἱ μὲν γὰρ Σικελιῶται τὰς ἐπιβάθρας ἐπιρριπτοῦντες, διὰ τούτων ἐπὶ τὰς οἰκίας ἐβιάζοντο·

οἱ δὲ Μοτυηνοὶ τὸ μέγεθος τοῦ κινδύνου λογιζόμενοι, καὶ τῶν γυναικῶν καὶ τῶν τέκνων ἐν ὀφθαλμοῖς ὄντων, τῷ περὶ τούτων φόβῳ προθυμότερον ἠγωνίζοντο. οἱ μὲν γὰρ γονέων παρεστώτων καὶ δεομένων μὴ περιιδεῖν αὐτοὺς τῇ τούτων ὕβρει παραδιδομένους ἐπηγείροντο ταῖς ψυχαῖς, οὐδεμίαν φειδὼ τοῦ ζῆν ποιούμενοι, οἱ δὲ γυναικῶν καὶ νηπίων τέκνων θρῆνον ἀκούοντες ἔσπευδον εὐγενῶς ἀποθανεῖν, πρὶν ἐπιδεῖν τὴν τῶν τέκνων αἰχμαλωσίαν·

οὐδὲ γὰρ φυγεῖν ἐκ τῆς πόλεως ἦν, ὡς ἂν περιεχούσης μὲν θαλάττης, τῶν δὲ πολεμίων θαλαττοκρατούντων. ἐξέπληττέ τε καὶ μάλιστα ἀπογινώσκειν ἐποίει τοὺς Φοίνικας τὸ ὠμῶς κεχρῆσθαι τοῖς τῶν Ἑλλήνων ἡλωκόσιν, οἷς ταὐτὸ προσεδόκων πείσεσθαι. ἀπελείπετʼ οὖν αὐτοῖς εὐγενῶς μαχομένοις ἢ νικᾶν ἢ τελευτᾶν.