Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
Διονύσιος δʼ ἀποτυχὼν ταύτης τῆς ἐπιβολῆς, περὶ τῶν αὐτῶν ἀπέστειλε τοὺς πρεσβευτὰς πρὸς τὸν δῆμον τῶν Λοκρῶν. ὧν ψηφισαμένων τὴν ἐπιγαμίαν, ἐμνήστευεν ὁ Διονύσιος Δωρίδα τὴν Ξενέτου θυγατέρα, κατʼ ἐκεῖνον τὸν χρόνον ὄντος ἐνδοξοτάτου τῶν πολιτῶν.
ὀλίγαις δʼ ἡμέραις πρὸ τῶν γάμων ἀπέστειλεν εἰς Λοκροὺς πεντήρη πρῶτον νεναυπηγημένην, ἀργυροῖς καὶ χρυσοῖς κατασκευάσμασι κεκοσμημένην· ἐφʼ ἧς διακομίσας τὴν παρθένον εἰς τὰς Συρακούσας εἰσήγαγεν εἰς τὴν ἀκρόπολιν.
ἐμνηστεύσατο δὲ καὶ τῶν πολιτικῶν τὴν ἐπισημοτάτην Ἀριστομάχην, ἐφʼ ἣν ἀποστείλας λευκὸν τέθριππον ἤγαγεν εἰς τὴν ἰδίαν οἰκίαν.
περὶ δὲ τὸν αὐτὸν χρόνον ἀμφοτέρας γήμας συνεχεῖς ἑστιάσεις ἐποιεῖτο τῶν στρατιωτῶν καὶ τῶν πλείστων πολιτῶν· ἀπετίθετο γὰρ ἤδη τὸ πικρὸν τῆς τυραννίδος, καὶ μεταβαλλόμενος εἰς ἐπιείκειαν φιλανθρωπότερον ἦρχε τῶν ὑποτεταγμένων, οὔτε φονεύων οὔτε φυγάδας ποιῶν, καθάπερ εἰώθει.
μετὰ δὲ τοὺς γάμους ὀλίγας ἐπιμείνας ἡμέρας συνήγαγεν ἐκκλησίαν καὶ παρεκάλει τοὺς Συρακοσίους πόλεμον ἐξενεγκεῖν πρὸς τοὺς Καρχηδονίους, ἀποφαίνων αὐτοὺς καθόλου μὲν τοῖς Ἕλλησιν ἐχθροτάτους ὄντας, μάλιστα δὲ τοῖς Σικελιώταις διὰ παντὸς ἐπιβουλεύοντας.
καὶ νῦν μὲν ἐφʼ ἡσυχίας αὐτοὺς μένειν ἀπεδείκνυε διὰ τὸν ἐμπεσόντα λοιμόν, ὃν τοὺς πλείστους τῶν κατὰ Λιβύην διεφθαρκέναι· ἰσχύσαντας δʼ αὐτοὺς οὐκ ἀφέξεσθαι τῶν Σικελιωτῶν, οἷς ἐξ ἀρχαίων ἐπιβουλεύουσιν. διὸ αἱρετώτερον νῦν εἶναι πρὸς ἀσθενεῖς αὐτοὺς ὄντας διαπολεμεῖν ἢ μετὰ ταῦτα πρὸς ἰσχυροὺς διαγωνίζεσθαι.