Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
Ἀστυδάμας δʼ ὁ τραγῳδιογράφος τότε πρῶτον ἐδίδαξεν· ἔζησε δὲ ἔτη ἑξήκοντα. Ῥωμαῖοι δὲ πολιορκοῦντες τοὺς Βηίους, ἐξελθόντων τῶν ἐκ τῆς πόλεως οἱ μὲν κατεκόπησαν ὑπὸ τῶν Βηίων, οἱ δʼ ἐξέφυγον αἰσχρῶς.
τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρξεν Ἰθυκλῆς, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι πέντε κατεστάθησαν, Λεύκιος Ἰούλιος, Μάρκος Φούριος, Μάρκος Αἰμίλιος, Γάιος Κορνήλιος, Καίσων Φάβιος. Διονύσιος δʼ ὁ τῶν Συρακοσίων τύραννος, ἐπειδὴ τῶν περὶ τὴν ὁπλοποιίαν καὶ ναυπηγίαν ἔργων τὰ πλεῖστα συντέλειαν εἰλήφει, περὶ τὴν τῶν στρατιωτῶν παρασκευὴν εὐθὺς ἐγένετο.
τῶν οὖν Συρακοσίων κατέλεγε τοὺς ἐπιτηδείους εἰς τάξεις, καὶ παρὰ τῶν ὑπʼ αὐτὸν ταττομένων πόλεων μετεπέμπετο τοὺς εὐθέτους. συνήγαγε δὲ καὶ μισθοφόρους ἐκ τῆς Ἑλλάδος καὶ μάλιστα παρὰ τῶν Λακεδαιμονίων· οὗτοι γὰρ αὐτῷ συναύξοντες τὴν ἀρχὴν ἔδωκαν ἐξουσίαν ὅσους βούλοιτο παρʼ αὐτῶν ξενολογεῖν. καθόλου δʼ ἐκ πολλῶν ἐθνῶν σπεύδων τὸ ξενικὸν στρατόπεδον συνηθροικέναι, καὶ μισθοὺς πολλοὺς ἐπαγγελλόμενος, εὕρισκε τοὺς ὑπακούοντας.
μέλλων δὲ μέγαν ἐξεγείρειν πόλεμον, ταῖς κατὰ τὴν νῆσον πόλεσι φιλανθρώπως προσεφέρετο, τὴν εὔνοιαν αὐτῶν ἐκκαλούμενος. τοὺς δὲ παρὰ τὸν πορθμὸν κατοικοῦντας Ῥηγίνους τε καὶ Μεσσηνίους ὁρῶν ἱκανὴν δύναμιν ἔχοντας συντεταγμένην, εὐλαβεῖτο μήποτε τῶν Καρχηδονίων διαβάντων εἰς Σικελίαν ἐκείνοις πρόσθωνται· οὐ μικρὰν γὰρ αἱ πόλεις αὗται ῥοπὴν εἶχον, ὁποτέροις εἰς τὸν πόλεμον συμμαχήσειαν.
ἃ δὴ λίαν ἀγωνιῶν ὁ Διονύσιος, τοῖς Μεσσηνίοις ἔδωκε πολλὴν τῆς ὁμόρου χώραν, ἰδίους αὐτοὺς κατασκευάζων ταῖς εὐεργεσίαις· πρὸς δὲ Ῥηγίνους ἀπέστειλε πρεσβευτάς, παρακαλῶν ἐπιγαμίαν ποιήσασθαι καὶ δοῦναι τῶν πολιτικῶν παρθένων αὐτῷ μίαν συμβιώσασθαι· ἐπηγγέλλετο δʼ αὐτοῖς πολλὴν τῆς συνοριζούσης χώρας κατακτήσεσθαι, τὴν πόλιν δʼ αὐξήσειν ἐφʼ ὅσον ἂν αὐτὸς ἰσχύῃ.
τῆς γὰρ γυναικὸς αὐτοῦ, θυγατρὸς δʼ Ἑρμοκράτους, κατὰ τὴν ἀπόστασιν τῶν ἱππέων ἀνῃρημένης, ἔσπευδε τεκνοποιήσασθαι, διαλαμβάνων τῇ τῶν γεννηθέντων εὐνοίᾳ βεβαιότατα τηρήσειν τὴν δυναστείαν. οὐ μὴν ἀλλʼ ἐν τῷ Ῥηγίῳ συναχθείσης περὶ τούτων ἐκκλησίας, καὶ πολλῶν ῥηθέντων λόγων, ἔδοξε τοῖς Ῥηγίνοις μὴ δέξασθαι τὴν ἐπιγαμίαν.