Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ὁ δὲ Ψαμμήτιχος τήν τε εὐεργεσίαν καὶ τὸ πρὸς τοὺς ἱκέτας ὅσιον παρʼ οὐδὲν ἡγησάμενος ἀπέσφαξε τὸν ἱκέτην καὶ φίλον μετὰ τῶν τέκνων,ὅπως τῶν τε χρημάτων καὶ τοῦ στόλου γένηται κύριος.
αἱ δὲ κατὰ τὴν Ἀσίαν Ἑλληνίδες πόλεις πυνθανόμεναι τὴν τοῦ Τισσαφέρνους κατάβασιν, περὶ σφῶν ἀγωνιῶσαι πρὸς Λακεδαιμονίους ἔπεμψαν πρέσβεις, δεόμεναι μὴ περιιδεῖν ἑαυτὰς ὑπὸ τῶν βαρβάρων ἀναστάτους γινομένας. οἱ δὲ Λακεδαιμόνιοι βοηθήσειν ἐπαγγειλάμενοι, πρὸς Τισσαφέρνην ἔπεμψαν πρέσβεις τοὺς ἐροῦντας μὴ ὅπλα πολέμια ἐπιφέρειν ταῖς Ἑλληνίσι πόλεσιν.
Τισσαφέρνης δὲ μετὰ δυνάμεως ἐπὶ πρώτην ἐλθὼν τὴν Κυμαίων πόλιν τήν τε χώραν ἐπόρθησεν ἅπασαν καὶ πολλῶν αἰχμαλώτων ἐγκρατὴς ἐγένετο· μετὰ δὲ ταῦτα συγκλείσας αὐτοὺς εἰς πολιορκίαν, ὡς ὁ μὲν χειμὼν συνήγγισε, τὴν δὲ πόλιν ἑλεῖν οὐκ ἠδύνατο, τοὺς αἰχμαλώτους πολλῶν χρημάτων ἀπελύτρωσε καὶ τὴν πολιορκίαν ἔλυσεν.
Λακεδαιμόνιοι δὲ ἐπὶ τὸν πρὸς βασιλέα πόλεμον Θίβρωνα καταστήσαντες ἡγεμόνα χιλίους μὲν τῶν πολιτῶν ἔδωκαν, παρὰ δὲ τῶν συμμάχων ἐκέλευσαν στρατολογεῖν ὅσους ἂν αὐτῷ φαίνηται συμφέρειν.
ὁ δὲ Θίβρων πορευθεὶς εἰς Κόρινθον, κἀκεῖ παρὰ τῶν συμμάχων μεταπεμψάμενος στρατιώτας, ἐξέπλευσεν εἰς Ἔφεσον ἔχων οὐ πλείους πεντακισχιλίων. ἐκεῖ δὲ ἔκ τε τῶν ἰδίων πόλεων καὶ τῶν ἄλλων ὡς δισχιλίους καταγράψας, ἀνέζευξε τοὺς πάντας ἔχων πλείους ἑπτακισχιλίων. διελθὼν δʼ ὡς ἑκατὸν εἴκοσι σταδίους πρὸς Μαγνησίαν ἧκεν, ἧς ἦρχε Τισσαφέρνης· ταύτην δʼ ἐξ ἐφόδου παραλαβών, καὶ ταχέως ἐπὶ Τράλλεις τῆς Ἰωνίας πορευθείς, ἐπεχείρησε πολιορκεῖν τὴν πόλιν· οὐδὲν δὲ δυνάμενος πρᾶξαι διʼ ὀχυρότητα, πάλιν εἰς Μαγνησίαν ἀπεχώρησεν.
ταύτης δʼ οὔσης ἀτειχίστου, καὶ διὰ τοῦτο φοβούμενος μήποτε χωρισθέντος αὐτοῦ κυριεύσῃ τῆς πόλεως ὁ Τισσαφέρνης, μετῴκισεν αὐτὴν πρὸς τὸ πλησίον ὄρος, ὃ καλοῦσι Θώρακα· αὐτὸς δʼ ἐμβαλὼν εἰς τὴν τῶν πολεμίων χώραν τοὺς στρατιώτας ἐνέπλησε παντοίας ὠφελείας. Τισσαφέρνους δὲ μετὰ πολλῆς ἵππου παραγενομένου διευλαβηθεὶς ἀνέστρεψεν εἰς Ἔφεσον.