Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
μετὰ δὲ τὴν παράταξιν οἱ Κυρηναῖοι πρὸς ἀλλήλους διαπρεσβευσάμενοι διηλλάγησαν, καὶ παραχρῆμα ὁρκωμοτήσαντες μὴ μνησικακήσειν, κοινῇ τὴν πόλιν κατῴκησαν.
περὶ δὲ τοὺς αὐτοὺς χρόνους Ῥωμαῖοι προσέθηκαν οἰκήτορας εἰς τὰς ὀνομαζομένας Οὐελίτρας.
τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Λάχης, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὕπατον ἀρχὴν διῴκουν χιλίαρχοι, Μάνιος Κλώδιος, Μάρκος Κοΐντιος, Λεύκιος Ἰούλιος, Μάρκος Φούριος, ΛεύκιοσΟὐαλέριος, ἐγενήθη δὲ καὶ Ὀλυμπιὰς πέμπτη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Μίνως Ἀθηναῖος.
κατὰ δὲ τούτους τοὺς χρόνους Ἀρταξέρξης μὲν ὁ τῆς Ἀσίας βασιλεὺς καταπεπολεμηκὼς Κῦρον ἀπεστάλκει Τισσαφέρνην παραληψόμενον πάσας τὰς ἐπὶ θαλάττῃ σατραπείας. διόπερ οἱ Κύρῳ συμμαχήσαντες σατράπαι καὶ πόλεις ἐν ἀγωνίᾳ πολλῇ καθειστήκεισαν, μήποτε δῶσι τιμωρίαν ὑπὲρ ὧν ἐξήμαρτον εἰς τὸν βασιλέα.
οἱ μὲν οὖν ἄλλοι σατράπαι διαπρεσβευσάμενοι πρὸς Τισσαφέρνην ἐξεθεράπευον καὶ τὰ καθʼ αὑτοὺς ἐτίθεντο πρὸς αὐτόν, ὅπως ποτʼ ἦσαν δυνατοί· Ταμὼς δέ, μέγιστος ὢν αὐτῶν καὶ τῆς Ἰωνίας ἀφηγούμενος, εἰς τὰς τριήρεις ἐνέθετο τὰ χρήματα καὶ τοὺς υἱοὺς ἅπαντας πλὴν ἑνὸς τοῦ καλουμένου μὲν Γλοῦ, μετὰ δέ τινας χρόνους ἀφηγησαμένου τῶν βασιλικῶν δυνάμεων.
εὐλαβηθεὶς οὖν ὁ Ταμὼς τὸν Τισσαφέρνην ἀπῆρεν εἰς Αἴγυπτον μετὰ τοῦ στόλου, καὶ κατέφυγε πρὸς Ψαμμήτιχον τὸν βασιλέα τῶν Αἰγυπτίων, ἀπόγονον ὄντα τοῦ Ψαμμητίχου. οὔσης δʼ αὐτῷ προγεγενημένης εὐεργεσίας εἰς τὸν βασιλέα, διελάμβανε τοῦτον ἕξειν οἷόν τινα λιμένα τῶν ἀπὸ τοῦ βασιλέως κινδύνων.