Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
καὶ γὰρ τότε Λεωνίδης εἶπεν ἀπαγγεῖλαι τῷ βασιλεῖ διότι νομίζομεν, κἂν φίλοι γενώμεθα τῷ Ξέρξῃ, μετὰ τῶν ὅπλων ὄντες ἀμείνους ἔσεσθαι σύμμαχοι, κἂν πολεμεῖν πρὸς αὐτὸν ἀναγκασθῶμεν, βέλτιον μετὰ τούτων ἀγωνιεῖσθαι.
παραπλησίως δὲ καὶ τοῦ Κλεάρχου περὶ τούτων ἀποκριναμένου, Πρόξενος ὁ Θηβαῖος εἶπεν, ὅτι νῦν τὰ μὲν ἄλλα σχεδὸν ἀποβεβλήκαμεν, λέλειπται δʼ ἡμῖν ἥ τʼ ἀρετὴ καὶ τὰ ὅπλα. νομίζομεν οὖν, ἂν μὲν ταῦτα φυλάττωμεν, χρησίμην ἡμῖν ἔσεσθαι καὶ τὴν ἀρετήν, ἂν δὲ παραδῶμεν, οὐδὲ ταύτην ἡμῖν ἔσεσθαι βοηθόν. διόπερ ἐκέλευσε τῷ βασιλεῖ λέγειν, ὡς ἂν περὶ ἡμῶν κακόν τι βουλεύηται, διὰ τούτων πρὸς αὐτὸν διαγωνιούμεθα περὶ τῶν ἀγαθῶν τῶν ἐκείνου.
λέγεται δὲ καὶ Σώφιλον τὸν ἐφʼ ἡγεμονίας τεταγμένον εἰπεῖν, ὅτι θαυμάζει τοὺς παρὰ τοῦ βασιλέως λόγους· εἰ μὲν γὰρ αὐτὸν δοκεῖ κρείσσονα τῶν Ἑλλήνων εἶναι, μετὰ τῆς δυνάμεως ἐλθὼν λαβέτω τὰ παρʼ ἡμῶν ὅπλα· εἰ δὲ πείσας βούλεται, λεγέτω, τίνα χάριν ἡμῖν ἀντὶ τούτων ἀξίαν δώσει.
μετὰ δὲ τούτους Σωκράτης Ἀχαιὸς εἶπεν, ὅτι λίαν αὐτοῖς ἐκπληκτικῶς ὁ βασιλεὺς προσφέρεται· ἃ μὲν γὰρ παρʼ ἡμῶν βούλεται λαβεῖν παραχρῆμʼ ἀπαιτεῖ, τὰ δʼ ἀντὶ τούτων δοθησόμενα μετὰ ταῦτʼ ἀξιοῦν προστάττει. καθόλου δʼ εἰ μὲν ἀγνοῶν τοὺς νενικηκότας ὡς ἡττημένους κελεύει τὸ προσταττόμενον ποιεῖν, μαθέτω ποτέρων ἐστὶν ἡ νίκη παραγενηθεὶς μετὰ τῆς πολυαρίθμου δυνάμεως· εἰ δὲ σαφῶς ἡμᾶς εἰδὼς νενικηκότας ψεύδεται, πῶς αὐτῷ περὶ τῶν εἰς ὕστερον ἐπαγγελιῶν πιστεύσομεν;
—οἱ μὲν οὖν ἄγγελοι τοιαύτας ἀποκρίσεις λαβόντες ἐχωρίσθησαν· οἱ δὲ περὶ Κλέαρχον ἀνέζευξαν πρὸς τὸν σταθμόν, ὅπου τὸ διασεσωσμένον στρατόπεδον ἦν ἀνακεχωρηκός. εἰς ταὐτὸ δὲ πάσης τῆς δυνάμεως ἐλθούσης, περὶ τῆς ἐπὶ θάλατταν καταβάσεως ἐβουλεύοντο κοινῇ καὶ περὶ τῆς πορείας.
ἔδοξεν οὖν αὐτοῖς μὴ τὴν αὐτὴν ἀναχώρησιν ᾗπερ ἦλθον ποιεῖσθαι· πολὺ γὰρ αὐτῆς ἦν ἔρημον, ἐν ᾧ τροφὰς οὐχ ὑπελάμβανον ἕξειν, δυνάμεως πολεμίας ἀκολουθούσης. γνόντες δʼ ἐπὶ Παφλαγονίας ἀναζευγνύειν, οὗτοι μὲν ὥρμησαν ἐπὶ Παφλαγονίαν μετὰ τῆς δυνάμεως, κατὰ σχολὴν ὁδοιποροῦντες, ὡς ἂν ἅμα τὰς τροφὰς ποριζόμενοι·