Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δὲ περὶ Κλέαρχον πολλοὺς τῶν βαρβάρων ἀνελόντες, ὡς ἤδη νὺξ ἦν, ἀναχωρήσαντες τρόπαιον ἔστησαν, καὶ περὶ δευτέραν σχεδὸν φυλακὴν ἔφθασαν εἰς τὴν παρεμβολήν.

τῆς δὲ μάχης τοιοῦτον τέλος λαβούσης ἀνῃρέθησαν τῶν τοῦ βασιλέως πλείους τῶν μυρίων πεντακισχιλίων, ὧν τοὺς πλείστους ἀνεῖλον οἱ μετὰ Κλεάρχου ταχθέντες Λακεδαιμόνιοί τε καὶ μισθοφόροι.

ἐκ δὲ θατέρου μέρους τῶν Κύρου στρατιωτῶν ἔπεσον περὶ τρισχιλίους· τῶν δὲ Ἑλλήνων φασὶν ἀναιρεθῆναι μὲν οὐδένα, τρωθῆναι δʼ ὀλίγους.

τῆς δὲ νυκτὸς παρελθούσης Ἀριδαῖος ὁ πεφευγὼς εἰς τὸν σταθμὸν ἀπέστειλέ τινας πρὸς τὸν Κλέαρχον, παρακαλῶν πρὸς ἑαυτὸν ἀπαγαγεῖν τοὺς στρατιώτας καὶ κοινῇ διασώζεσθαι πρὸς τοὺς ἐπὶ θάλατταν τόπους· ἀνῃρημένου γὰρ Κύρου καὶ τῶν τοῦ βασιλέως δυνάμεων ὑπερεχουσῶν, ἀγωνία πολλὴ κατέσχε τοὺς τετολμηκότας ἐπὶ τῇ καταλύσει τῆς Ἀρταξέρξου βασιλείας στρατεύεσθαι.

ὁ δὲ Κλέαρχος ἀνακαλεσάμενος τούς τε στρατηγοὺς καὶ τοὺς ἐφʼ ἡγεμονίας τεταγμένους ἐβουλεύετο περὶ τῶν παρόντων. ὄντων δʼ αὐτῶν περὶ ταῦτα παρεγενήθησαν παρὰ τοῦ βασιλέως πρέσβεις, ὧν ἦν ἀρχιπρεσβευτὴς ἀνὴρ Ἕλλην, ὄνομα μὲν Φάλυνος, γένος δὲ Ζακύνθιος. εἰσαχθέντες δʼ εἰς τὸ συνέδριον εἶπον, ὅτι λέγει ὁ βασιλεὺς Ἀρταξέρξης· Ἐπειδὴ νενίκηκα Κῦρον ἀποκτείνας, παράδοτε τὰ ὅπλα, καὶ πρὸς τὰς θύρας αὐτοῦ βαδίσαντες ζητεῖτε, πῶς ἂν αὐτὸν ἐκθεραπεύσαντες ἀγαθοῦ τινος μεταλάβητε.

ῥηθέντων δὲ τούτων ἀπόκρισιν ἔδωκεν ἕκαστος τῶν στρατηγῶν τοιαύτην οἵαν Λεωνίδης, καθʼ ὃν καιρὸν περὶ Θερμοπύλας αὐτοῦ φυλάττοντος τὰς παρόδους Ξέρξης ἀπέστειλεν ἀγγέλους, κελεύων τῶν ὅπλων παραχωρῆσαι.