Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
τούτου δὲ τοῦ ἔτους λήγοντος Λακεδαιμόνιοι μετὰ πολλῆς δυνάμεως ἐμβαλόντες εἰς τὴν Ἀργείαν, καὶ πολλὴν τῆς χώρας δῃώσαντες, τοὺς φυγάδας τῶν Ἀργείων κατῴκισαν εἰς Ὀρνεάς· ἐπιτειχίσαντες δὲ τοῦτο τὸ χωρίον ἐπὶ τῆς Ἀργείας, καὶ φρουροὺς τοὺς ἱκανοὺς ἀπολιπόντες, προσέταξαν κακοποιεῖν τοὺς Ἀργείους.
ἀπελθόντων δὲ τῶν Λακεδαιμονίων ἐκ τῆς Ἀργείας, Ἀθηναῖοι μὲν συμμαχίαν ἐξέπεμψαν τοῖς Ἀργείοις τριήρεις τετταράκοντα, ὁπλίτας δὲ χιλίους καὶ διακοσίους· οἱ δʼ Ἀργεῖοι μετὰ τῶν Ἀθηναίων στρατεύσαντες ἐπὶ τὰς Ὀρνεὰς τήν τε πόλιν κατὰ κράτος εἷλον καὶ τῶν φρουρῶν καὶ φυγάδων οὓς μὲν ἀπέκτειναν, οὓς δʼ ἐξέβαλον ἐκ τῶν Ὀρνεῶν. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τὸ πεντεκαιδέκατον ἔτος τοῦ Πελοποννησιακοῦ πολέμου.
τῷ δʼ ἑκκαιδεκάτῳ παρὰ μὲν Ἀθηναίοις ἦν ἄρχων Ἀρίμνηστος, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν τέτταρες, Τίτος Κλαύδιος καὶ Σπόριος Ναύτιος, ἔτι δὲ Λούκιος Σέντιος καὶ Σέξτος Ἰούλιος. ἐπὶ δὲ τούτων παρὰ μὲν Ἠλείοις ἤχθη Ὀλυμπιὰς πρώτη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Ἐξαίνετος Ἀκραγαντῖνος.
Βυζάντιοι δὲ καὶ Καλχηδόνιοι παραλαβόντες Θρᾷκας ἐστράτευσαν εἰς τὴν Βιθυνίαν πολλοῖς πλήθεσι, καὶ τήν τε χώραν ἐπόρθησαν καὶ πολλὰ τῶν μικρῶν πολισματίων ἐκπολιορκήσαντες ἐπετελέσαντο πράξεις ὠμότητι διαφερούσας· πολλῶν γὰρ αἰχμαλώτων κρατήσαντες ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων ἅπαντας ἀπέσφαξαν.
περὶ δὲ τοὺς αὐτοὺς χρόνους κατὰ τὴν Σικελίαν Ἐγεσταῖοι πρὸς Σελινουντίους ἐπολέμησαν περὶ χώρας ἀμφισβητησίμου, ποταμοῦ τὴν χώραν τῶν διαφερομένων πόλεων ὁρίζοντος.
Σελινούντιοι δὲ διαβάντες τὸ ῥεῖθρον τὸ μὲν πρῶτον τῆς παραποταμίας βίᾳ κατέσχον, μετὰ δὲ ταῦτα καὶ τῆς προσκειμένης χώρας πολλὴν ἀποτεμόμενοι κατεφρόνησαν τῶν ἠδικημένων.