Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
καὶ τὰ μὲν κατὰ τοὺς Ἕλληνας ἐν τούτοις ἦν. κατὰ δὲ τὴν Ἰταλίαν Φιδηνᾶται μέν, παραγενομένων εἰς τὴν πόλιν αὐτῶν πρέσβεων ἐκ τῆς Ῥώμης, ἐπὶ μικραῖς αἰτίαις ἀνεῖλον τούτους.
ἐφʼ οἷς οἱ Ῥωμαῖοι παροξυνθέντες ἐψηφίσαντο πολεμεῖν, καὶ προχειρισάμενοι δύναμιν ἀξιόλογον εἵλοντο δικτάτωρα Ἄνιον Αἰμίλιον καὶ μετὰ τούτου κατὰ τὸ ἔθος Αὖλον Κορνήλιον ἵππαρχον.
ὁ δʼ Αἰμίλιος παρασκευασάμενος τὰ πρὸς τὸν πόλεμον, ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ τοὺς Φιδηνάτας. ἀντιταξαμένων δὲ τῶν Φιδηνατῶν ἐγένετο μάχη ἐπὶ πολὺν χρόνον ἰσχυρά, καὶ πολλῶν παρʼ ἀμφοτέροις πεσόντων ἰσόρροπος ὁ ἀγὼν ἐγένετο.
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Εὐφήμου ἐν Ῥώμῃ κατεστάθησαν ἀντὶ τῶν ὑπάτων χιλίαρχοι Λεύκιος Φούριος, Λεύκιος Κοΐντιος, Αὖλος Σεμπρώνιος. ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μετὰ τῶν συμμάχων στρατεύσαντες εἰς τὴν Ἀργείαν Ὑσιὰς χωρίον εἷλον, καὶ τοὺς ἐνοικοῦντας ἀποκτείναντες τὸ μὲν φρούριον κατέσκαψαν, αὐτοὶ δὲ πυθόμενοι τοὺς Ἀργείους ᾠκοδομηκέναι τὰ μακρὰ τείχη μέχρι τῆς θαλάττης, ἐπελθόντες τὰ κατεσκευασμένα τείχη κατέσκαψαν, καὶ τὴν εἰς τὴν οἰκείαν ἐπάνοδον ἐποιήσαντο.
Ἀθηναῖοι δʼ ἑλόμενοι στρατηγὸν Ἀλκιβιάδην, καὶ δόντες αὐτῷ ναῦς εἴκοσι, προσέταξαν συγκατασκευάσαι τοῖς Ἀργείοις τὰ κατὰ τὴν πολιτείαν· ἔτι γὰρ ἦσαν ἐν ταραχαῖς διὰ τὸ πολλοὺς ὑπολελεῖφθαι τῶν τὴν ἀριστοκρατίαν αἱρουμένων.
ὁ δʼ οὖν Ἀλκιβιάδης καταντήσας εἰς τὴν τῶν Ἀργείων πόλιν, καὶ συνεδρεύσας μετὰ τῶν τὴν δημοκρατίαν προκρινόντων, ἐπέλεξε τῶν Ἀργείων τοὺς μάλιστα δοκοῦντας τὰ τῶν Λακεδαιμονίων αἱρεῖσθαι· μεταστησάμενος δὲ τούτους ἐκ τῆς πόλεως, καὶ συγκατασκευάσας βεβαίως τὴν δημοκρατίαν, ἀπέπλευσεν εἰς τὰς Ἀθήνας.