Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀρχίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Παπίριον Μουγιλανὸν καὶ Γάιον Σερουίλιον Στροῦκτον. ἐπὶ δὲ τούτων Ἀργεῖοι μὲν ἐγκαλέσαντες τοῖς Λακεδαιμονίοις ὅτι τὰ θύματα οὐκ ἀπέδοσαν τῷ Ἀπόλλωνι τῷ Πυθαεῖ, πόλεμον αὐτοῖς κατήγγειλαν· καθʼ ὃν δὴ χρόνον Ἀλκιβιάδης ὁ στρατηγὸς τῶν Ἀθηναίων ἐνέβαλεν εἰς τὴν Ἀργείαν ἔχων δύναμιν.

τούτους δὲ οἱ Ἀργεῖοι παραλαβόντες ἐστράτευσαν ἐπὶ Τροιζῆνα, πόλιν σύμμαχον Λακεδαιμονίων, καὶ τὴν μὲν χώραν λεηλατήσαντες, τὰς δὲ ἐπαύλεις ἐμπρήσαντες, ἀπηλλάγησαν εἰς τὴν οἰκείαν. οἱ δὲ Λακεδαιμόνιοι παροξυνθέντες ἐπὶ τοῖς εἰς τοὺς Τροιζηνίους παρανομήμασιν ἔγνωσαν διαπολεμεῖν πρὸς Ἀργείους· διὸ καὶ δύναμιν ἀθροίσαντες ἐπέστησαν ἡγεμόνα Ἆγιν τὸν βασιλέα.

οὗτος δὲ μετὰ τῆς δυνάμεως ἐστράτευσεν ἐπὶ τοὺς Ἀργείους, καὶ τὴν μὲν χώραν ἐδῄωσε, πλησίον δὲ τῆς πόλεως ἀγαγὼν τὴν δύναμιν προεκαλεῖτο τοὺς πολεμίους εἰς μάχην.

οἱ δʼ Ἀργεῖοι προσλαβόμενοι στρατιώτας παρὰ μὲν Ἠλείων τρισχιλίους, παρὰ δὲ Μαντινέων οὐ πολὺ λειπομένους τούτων, προῆγον ἐκ τῆς πόλεως τὸ στρατόπεδον. μελλούσης δὲ παρατάξεως γίνεσθαι, οἱ στρατηγοὶ παρʼ ἀμφοτέροις διαπρεσβευσάμενοι τετραμηνιαίους ἀνοχὰς συνέθεντο.

ἐπανελθόντων δὲ τῶν στρατοπέδων ἀπράκτων εἰς τὴν οἰκείαν, διʼ ὀργῆς εἶχον αἱ πόλεις ἀμφότεραι τοὺς συνθεμένους τὰς σπονδὰς στρατηγούς. διόπερ οἱ μὲν Ἀργεῖοι τοῖς λίθοις βάλλοντες τοὺς ἡγεμόνας ἀποκτείνειν ἐπεχείρησαν, καὶ μόγις μεταξὺ πολλῆς δεήσεως τὸ ζῆν συνεχώρησαν, τὴν δʼ οὐσίαν αὐτῶν δημεύσαντες κατέσκαψαν τὰς οἰκίας.