Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀστυφίλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Κοΐντιον καὶ Αὖλον Σεμπρώνιον, Ἠλεῖοι δʼ ἤγαγον Ὀλυμπιάδα ἐνενηκοστήν, καθʼ ἣν ἐνίκα στάδιον Ὑπέρβιος Συρακόσιος. ἐπὶ δὲ τούτων Ἀθηναῖοι μὲν κατά τινα χρησμὸν Δηλίοις ἀπέδοσαν τὴν νῆσον, καὶ κατῆλθον εἰς τὴν πατρίδα οἱ τὸ Ἀδραμύτιον οἰκοῦντες Δήλιοι.

τῶν δὲ Ἀθηναίων οὐκ ἀποδόντων Λακεδαιμονίοις τὴν Πύλον, πάλιν αἱ πόλεις αὗται πρὸς ἀλλήλας διεφέροντο καὶ πολεμικῶς εἶχον. ἃ δὴ πυθόμενος ὁ δῆμος τῶν Ἀργείων ἔπεισε τοὺς Ἀθηναίους φιλίαν συνθέσθαι πρὸς τοὺς Ἀργείους.

αὐξομένης δὲ τῆς διαφορᾶς, οἱ μὲν Λακεδαιμόνιοι τοὺς Κορινθίους ἔπεισαν ἐγκαταλιπεῖν τὴν κοινὴν σύνοδον καὶ συμμαχεῖν τοῖς Λακεδαιμονίοις. τοιαύτης δὲ ταραχῆς γενομένης καὶ ἀναρχίας οὔσης, τὰ κατὰ τὴν Πελοπόννησον ἐν τούτοις ἦν.

ἐν δὲ τοῖς ἐκτὸς τόποις Αἰνιᾶνες καὶ Δόλοπες καὶ Μηλιεῖς συμφρονήσαντες δυνάμεσιν ἀξιολόγοις ἐστράτευσαν ἐπὶ τὴν Ἡράκλειαν τὴν ἐν Τραχῖνι. ἀντιταχθέντων δὲ τῶν Ἡρακλεωτῶν, καὶ μάχης γενομένης ἰσχυρᾶς, ἡττήθησαν οἱ τὴν Ἡράκλειαν κατοικοῦντες. πολλοὺς δʼ ἀποβαλόντες στρατιώτας, καὶ συμφυγόντες ἐντὸς τῶν τειχῶν, μετεπέμψαντο βοήθειαν παρὰ τῶν Βοιωτῶν. ἀποστειλάντων δʼ αὐτοῖς τῶν Θηβαίων χιλίους ὁπλίτας ἐπιλέκτους, μετʼ αὐτῶν ἠμύνοντο τοὺς ἐπεστρατευκότας.

ἅμα δὲ τούτοις πραττομένοις Ὀλύνθιοι μὲν στρατεύσαντες ἐπὶ πόλιν Μηκύβερναν, φρουρουμένην ὑπʼ Ἀθηναίων, τὴν μὲν φρουρὰν ἐξέβαλον, αὐτοὶ δὲ τὴν πόλιν κατέσχον.