Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Ἀθηναῖοι δὲ Φορμίωνα στρατηγὸν προχειρισάμενοι μετὰ εἴκοσι τριήρων ἐξαπέστειλαν. οὗτος δὲ περιπλεύσας τὴν Πελοπόννησον εἰς Ναύπακτον κατῆρε, καὶ θαλαττοκρατῶν τοῦ Κρισαίου κόλπου διεκώλυσε ταύτῃ πλεῖν τοὺς Λακεδαιμονίους. Λακεδαιμόνιοι δὲ δύναμιν ἀξιόλογον ἐξέπεμψαν μετʼ Ἀρχιδάμου τοῦ βασιλέως· οὗτος δὲ παρελθὼν τῆς Βοιωτίας εἰς Πλαταιὰς ἐστρατοπέδευσε. μελλόντων δʼ αὐτῶν δῃοῦν τὴν χώραν, καὶ παρακαλούντων τοὺς Πλαταιεῖς ἀποστῆναι τῶν Ἀθηναίων, ὡς οὐ προσεῖχον αὐτοῖς, ἐπόρθησε τὴν χώραν καὶ τὰς κατʼ αὐτὴν κτήσεις ἐλυμήνατο.

μετὰ δὲ ταῦτα τὴν πόλιν περιτειχίσας ἤλπιζε τῇ σπάνει τῶν ἀναγκαίων καταπονήσειν τοὺς Πλαταιεῖς· οὐδὲν δʼ ἧττον καὶ μηχανὰς προσάγοντες καὶ διὰ τούτων σαλεύοντες τὰ τείχη καὶ προσβολὰς ἀδιαλείπτως ποιούμενοι διετέλουν. ἐπεὶ δὲ οὐδὲ διὰ τῶν προσβολῶν ἠδύναντο χειρώσασθαι τὴν πόλιν, ἀπολιπόντες τὴν ἱκανὴν φυλακὴν ἐπανῆλθον εἰς Πελοπόννησον.

Ἀθηναῖοι δὲ στρατηγοὺς καταστήσαντες Ξενοφῶντα καὶ Φανόμαχον ἀπέστειλαν ἐπὶ Θρᾴκην μετὰ στρατιωτῶν χιλίων. οὗτοι δὲ παραγενηθέντες εἰς Σπάρτωλον τῆς Βοττικῆς ἔτεμον τὴν χώραν, καὶ τὸν σῖτον ἐν χλόῃ διέφθειραν. προσβοηθησάντων δὲ τοῖς Βοττιαίοις Ὀλυνθίων, ἡττήθησαν ὑπὸ τούτων μάχῃ· ἀνῃρέθησαν δὲ τῶν Ἀθηναίων οἵ τε στρατηγοὶ καὶ τῶν στρατιωτῶν οἱ πλείους.

ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι πεισθέντες ὑπὸ Ἀμβρακιωτῶν ἐστράτευσαν εἰς Ἀκαρνανίαν. ἡγούμενος δὲ τούτων Κνῆμος εἶχε στρατιώτας πεζοὺς χιλίους καὶ ναῦς ὀλίγας· προσλαβόμενος δὲ καὶ παρὰ τῶν συμμάχων στρατιώτας τοὺς ἱκανοὺς ἧκεν εἰς τὴν Ἀκαρνανίαν καὶ κατεστρατοπέδευσε πλησίον πόλεως τῆς ὀνομαζομένης Στράτου.

οἱ δὲ Ἀκαρνᾶνες συστραφέντες καὶ τοῖς πολεμίοις ἐνεδρεύσαντες πολλοὺς ἀπέκτειναν, καὶ συνηνάγκασαν τὸν Κνῆμον ἀπαγαγεῖν τὴν δύναμιν εἰς τοὺς ὀνομαζομένους Οἰνιάδας.