Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ μὲν γὰρ πολιορκούμενοι διὰ τὸν ἐκ τῆς ἁλώσεως φόβον ἐρρωμένως ἠμύνοντο καὶ ταῖς ὑπεροχαῖς τῶν τειχῶν πεποιθότες ἐπλεονέκτουν τοὺς ἐκ τοῦ λιμένος· ἡ δὲ νόσος τοὺς πολιορκοῦντας συνέχουσα πολλοὺς ἀνῄρει, καὶ τὸ στρατόπεδον ἀθυμία κατεῖχεν.

ὁ δʼ Ἅγνων εἰδὼς τοὺς Ἀθηναίους δεδαπανηκότας εἰς τὴν πολιορκίαν πλείω τῶν χιλίων ταλάντων καὶ χαλεπῶς διακειμένους πρὸς τοὺς Ποτιδαιάτας διὰ τὸ πρώτους ἀποστῆναι πρὸς τοὺς Λακεδαιμονίους, ἐφοβεῖτο λῦσαι τὴν πολιορκίαν· διόπερ ἠναγκάζετο διακαρτερεῖν καὶ τοὺς στρατιώτας ἀναγκάζειν παρὰ δύναμιν βίαν προσάγειν τῇ πόλει.

ἐπεὶ δὲ τῶν πολιτῶν πολλοὶ διεφθείροντο κατὰ τὰς προσβολὰς καὶ κατὰ τὴν ἐκ τοῦ λοιμοῦ νόσον, ἀπολιπὼν μέρος τῆς δυνάμεως ἐπὶ τῆς πολιορκίας ἀπέπλευσεν εἰς τὰς Ἀθήνας, ἀποβεβληκὼς τῶν στρατιωτῶν πλείους τῶν χιλίων.

ἀπελθόντων δὲ τούτων οἱ Ποτιδαιᾶται, τοῦ τε σίτου παντελῶς ἐκλιπόντος καὶ τῶν κατὰ τὴν πόλιν ἀθυμούντων, ἐπεκηρυκεύσαντο πρὸς τοὺς πολιορκοῦντας περὶ διαλύσεως. ἀσμένως δὲ κἀκείνων προσδεξαμένων διαλύσεις ἐποιήσαντο τοιαύτας, ἀπελθεῖν ἐκ τῆς πόλεως ἅπαντας τοὺς Ποτιδαιάτας, ἄλλο μὲν μηθὲν λαβόντας, ἔχοντας δὲ τοὺς μὲν ἄνδρας ἱμάτιον ἕν, τὰς δὲ γυναῖκας δύο.

γενομένων δὲ τούτων τῶν σπονδῶν οἱ μὲν Ποτιδαιᾶται πάντες μετὰ γυναικῶν καὶ τέκνων ἐξέλιπον τὴν πατρίδα κατὰ τὰς συνθήκας, καὶ παρελθόντες εἰς τοὺς ἐπὶ Θρᾴκης Χαλκιδεῖς παρʼ αὐτοῖς κατῴκησαν· οἱ δʼ Ἀθηναῖοι τῶν πολιτῶν εἰς χιλίους οἰκήτορας ἐξέπεμψαν εἰς τὴν Ποτίδαιαν, καὶ τήν τε πόλιν καὶ τὴν χώραν κατεκληρούχησαν.