Laws

Plato

Plato, creator. Platonis Opera Tomvs V Tetralogia VIII, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1914.

ΑΘ. ὃς δʼ ἂν τὴν γενναίαν νῦν λεγομένην σταφυλὴν ἢ τὰ γενναῖα σῦκα ἐπονομαζόμενα ὀπωρίζειν βούληται, ἐὰν μὲν ἐκ τῶν οἰκείων λαμβάνῃ, ὅπως ἂν ἐθέλῃ καὶ ὁπόταν βούληται καρπούσθω, ἐὰν δʼ ἐξ ἄλλων μὴ πείσας, ἑπομένως τῷ νόμῳ, τῷ μὴ κινεῖν ὅτι μὴ κατέθετο, ἐκείνως ἀεὶ ζημιούσθω· ἐὰν δὲ δὴ δοῦλος μὴ πείσας τὸν δεσπότην τῶν χωρίων ἅπτηταί του τῶν τοιούτων, κατὰ ῥᾶγα βοτρύων καὶ σῦκον συκῆς ἰσαρίθμους πληγὰς τούτοις μαστιγούσθω. μέτοικος δὲ ὠνούμενος τὴν γενναίαν ὀπώραν ὀπωριζέτω, ἐὰν βούληται, ἐὰν δὲ ξένος ἐπιδημήσας ὀπώρας ἐπιθυμῇ φαγεῖν διαπορευόμενος τὰς ὁδούς, τῆς μὲν γενναίας ἁπτέσθω, ἐὰν βούληται, μεθʼ ἑνὸς ἀκολούθου χωρὶς τιμῆς, ξένια δεχόμενος, τῆς δὲ ἀγροίκου λεγομένης καὶ τῶν τοιούτων ὁ νόμος εἰργέτω μὴ κοινωνεῖν ἡμῖν τοὺς ξένους· ἐὰν δέ τις ἀίστωρ ὢν αὐτὸς ἢ δοῦλος ἅψηται, τὸν μὲν δοῦλον πληγαῖς κολάζειν, τὸν δὲ ἐλεύθερον ἀποπέμπειν νουθετήσαντα καὶ διδάξαντα τῆς ἄλλης ὀπώρας ἅπτεσθαι τῆς εἰς ἀπόθεσιν ἀσταφίδος οἴνου τε καὶ ξηρῶν σύκων ἀνεπιτηδείου κεκτῆσθαι. ἀπίων δὲ πέρι καὶ μήλων καὶ ῥοῶν καὶ πάντων τῶν τοιούτων, αἰσχρὸν μὲν μηδὲν ἔστω λάθρᾳ λαμβάνειν, ὁ δὲ ληφθεὶς ἐντὸς τριάκοντα ἐτῶν γεγονὼς τυπτέσθω καὶ ἀμυνέσθω ἄνευ τραυμάτων, δίκην δʼ εἶναι ἐλευθέρῳ τῶν τοιούτων πληγῶν μηδεμίαν. ξένῳ δὲ καθάπερ ὀπώρας ἐξέστω καὶ τῶν τοιούτων μέτοχον εἶναι· ἐὰν δὲ πρεσβύτερος ὢν ἅπτηται τούτων, φαγὼν αὐτοῦ καὶ ἀποφέρων μηδέν, καθάπερ ὁ ξένος ταύτῃ κοινωνείτω τῶν τοιούτων ἁπάντων, μὴ πειθόμενος δὲ τῷ νόμῳ κινδυνευέτω ἀναγώνιστος γίγνεσθαι περὶ ἀρετῆς, ἐὰν εἰς τότε τὰ τοιαῦτα περὶ αὐτοῦ τοὺς τότε κριτάς τις ἀναμιμνῄσκῃ.ὕδωρ δὲ πάντων μὲν τὸ περὶ τὰς κηπείας διαφερόντως τρόφιμον, εὐδιάφθαρτον δέ· οὔτε γὰρ γῆν οὔτε ἥλιον οὔτε πνεύματα, τοῖς ὕδασι σύντροφα τῶν ἐκ γῆς ἀναβλαστανόντων, ῥᾴδιον φθείρειν φαρμακεύσεσιν ἢ ἀποτροπαῖς ἢ καὶ κλοπαῖς, περὶ δὲ τὴν ὕδατος φύσιν ἐστὶν τὰ τοιαῦτα σύμπαντα δυνατὰ γίγνεσθαι· διὸ δὴ βοηθοῦ δεῖται νόμου. ἔστω τοίνυν ὅδε περὶ αὐτοῦ· ἄν τις διαφθείρῃ ἑκὼν ὕδωρ ἀλλότριον, εἴτε καὶ πηγαῖον εἴτε καὶ συναγυρτόν, φαρμακείαις ἢ σκάμμασιν ἢ κλοπαῖς, ὁ βλαπτόμενος δικαζέσθω πρὸς τοὺς ἀστυνόμους, τὴν ἀξίαν τῆς βλάβης ἀπογραφόμενος· ἂν δέ τις ὄφλῃ φαρμακείαις τισὶν βλάπτων, πρὸς τῷ τιμήματι καθηράτω τὰς πηγὰς ἢ τἀγγεῖον τοῦ ὕδατος, ὅπῃπερ ἂν οἱ τῶν ἐξηγητῶν νόμοι ἀφηγῶνται δεῖν γίγνεσθαι τὴν κάθαρσιν ἑκάστοτε καὶ ἑκάστοις.

ΑΘ.περὶ δὲ συγκομιδῆς τῶν ὡραίων ἁπάντων, ἐξέστω τῷ βουλομένῳ τὸ ἑαυτοῦ διὰ παντὸς τόπου κομίζεσθαι, ὅπῃπερ ἂν ἢ μηδὲν μηδένα ζημιοῖ ἢ τριπλάσιον αὐτὸς κέρδος τῆς τοῦ γείτονος ζημίας κερδαίνῃ, τούτων δὲ ἐπιγνώμονας τοὺς ἄρχοντας γίγνεσθαι, καὶ τῶν ἄλλων ἁπάντων ὅσα τις ἂν ἑκὼν ἄκοντα βλάπτῃ βίᾳ ἢ λάθρᾳ, αὐτὸν ἢ τῶν αὐτοῦ τι, διὰ τῶν αὑτοῦ κτημάτων, πάντα τὰ τοιαῦτα τοῖς ἄρχουσιν ἐπιδεικνὺς τιμωρείσθω, μέχρι τριῶν μνῶν ὄντος τοῦ βλάβους· ἐὰν δʼ ἔγκλημά τῳ μεῖζον ἄλλῳ πρὸς ἄλλον γίγνηται, πρὸς τὰ κοινὰ δικαστήρια φέρων τὴν δίκην τιμωρείσθω τὸν ἀδικοῦντα. ἐὰν δέ τις τῶν ἀρχόντων δοκῇ μετʼ ἀδίκου γνώμης κρίνειν τὰς ζημίας, τῶν διπλασίων ὑπόδικος ἔστω τῷ βλαφθέντι· τὰ δὲ αὖ τῶν ἀρχόντων ἀδικήματα εἰς τὰ κοινὰ δικαστήρια ἐπανάγειν τὸν βουλόμενον ἑκάστων τῶν ἐγκλημάτων. μυρία δὲ ταῦτα ὄντα καὶ σμικρὰ νόμιμα, καθʼ ἃ δεῖ τὰς τιμωρίας γίγνεσθαι, λήξεών τε πέρι δικῶν καὶ προσκλήσεων καὶ κλητήρων, εἴτʼ ἐπὶ δυοῖν εἴτʼ ἐφʼ ὁπόσων δεῖ καλεῖσθαι, καὶ πάντα ὁπόσα τοιαῦτά ἐστιν, οὔτʼ ἀνομοθέτητα οἷόν τʼ εἶναι γέροντός τε οὐκ ἄξια νομοθέτου, νομοθετούντων δʼ αὐτὰ οἱ νέοι πρὸς τὰ τῶν πρόσθεν νομοθετήματα ἀπομιμούμενοι, σμικρὰ πρὸς μεγάλα, καὶ τῆς ἀναγκαίας αὐτῶν χρείας ἐμπείρως ἴσχοντες, μέχριπερ ἂν πάντα ἱκανῶς δόξῃ κεῖσθαι· τότε δὲ ἀκίνητα ποιησάμενοι, ζώντων τούτοις ἤδη χρώμενοι μέτρον ἔχουσι. τὸ δὲ τῶν ἄλλων δημιουργῶν ποιεῖν χρὴ κατὰ τόδε. πρῶτον μὲν ἐπιχώριος μηδεὶς ἔστω τῶν περὶ τὰ δημιουργικὰ τεχνήματα διαπονούντων, μηδὲ οἰκέτης ἀνδρὸς ἐπιχωρίου. τέχνην γὰρ ἱκανήν, πολλῆς ἀσκήσεως ἅμα καὶ μαθημάτων πολλῶν δεομένην, κέκτηται πολίτης ἀνὴρ τὸν κοινὸν τῆς πόλεως κόσμον σῴζων καὶ κτώμενος, οὐκ ἐν παρέργῳ δεόμενον ἐπιτηδεύειν· δύο δὲ ἐπιτηδεύματα ἢ δύο τέχνας ἀκριβῶς διαπονεῖσθαι σχεδὸν οὐδεμία φύσις ἱκανὴ τῶν ἀνθρωπίνων, οὐδʼ αὖ τὴν μὲν αὐτὸς ἱκανὸς ἀσκεῖν, τὴν δὲ ἄλλον ἀσκοῦντα ἐπιτροπεύειν.

ΑΘ. τοῦτʼ οὖν ἐν πόλει ὑπάρχον δεῖ πρῶτον γίγνεσθαι· μηδεὶς χαλκεύων ἅμα τεκταινέσθω, μηδʼ αὖ τεκταινόμενος χαλκευόντων ἄλλων ἐπιμελείσθω μᾶλλον ἢ τῆς αὑτοῦ τέχνης, πρόφασιν ἔχων ὡς πολλῶν οἰκετῶν ἐπιμελούμενος ἑαυτῷ δημιουργούντων, εἰκότως μᾶλλον ἐπιμελεῖται διʼ ἐκείνων διὰ τὸ τὴν πρόσοδον ἐκεῖθεν αὑτῷ πλείω γίγνεσθαι τῆς αὑτοῦ τέχνης, ἀλλʼ εἷς μίαν ἕκαστος τέχνην ἐν πόλει κεκτημένος ἀπὸ ταύτης ἅμα καὶ τὸ ζῆν κτάσθω. τοῦτον δὴ τὸν νόμον ἀστυνόμοι διαπονούμενοι σῳζόντων, καὶ τὸν μὲν ἐπιχώριον, ἐὰν εἴς τινα τέχνην ἀποκλίνῃ μᾶλλον ἢ τὴν τῆς ἀρετῆς ἐπιμέλειαν, κολαζόντων ὀνείδεσί τε καὶ ἀτιμίαις, μέχριπερ ἂν κατευθύνωσιν εἰς τὸν αὑτοῦ δρόμον, ξένων δὲ ἄν τις ἐπιτηδεύῃ δύο τέχνας, δεσμοῖσί τε καὶ χρημάτων ζημίαις καὶ ἐκβολαῖς ἐκ τῆς πόλεως κολάζοντες, ἀναγκαζόντων ἕνα μόνον ἀλλὰ μὴ πολλοὺς εἶναι. μισθῶν δὲ αὐτοῖς πέρι καὶ τῶν ἀναιρέσεων τῶν ἔργων, καὶ ἐάν τις αὐτοὺς ἕτερος ἢ ʼκεῖνοί τινα ἄλλον ἀδικῶσι, μέχρι δραχμῶν πεντήκοντα ἀστυνόμοι διαδικαζόντων, τὸ δὲ πλέον τούτου τὰ κοινὰ δικαστήρια διακρινόντων κατὰ νόμον.τέλος δὲ ἐν τῇ πόλει μηδένα μηδὲν τελεῖν μήτε ἐξαγομένων χρημάτων μήτʼ εἰσαγομένων· λιβανωτὸν δὲ καὶ ὅσα πρὸς θεοὺς τὰ τοιαῦτα ἐστὶν ξενικὰ θυμιάματα, καὶ πορφύραν καὶ ὅσα βαπτὰ χρώματα, μὴ φερούσης τῆς χώρας, ἢ περί τινα ἄλλην τέχνην δεομένην ξενικῶν τινων εἰσαγωγίμων μηδενὸς ἀναγκαίου χάριν μήτε τις ἀγέτω, μήτε αὖ τῶν ἐν τῇ χώρᾳ ἀναγκαίων ἐμμένειν ἐξαγέτω· τούτων δʼ αὖ πάντων ἐπιγνώμονας εἶναι καὶ ἐπιμελητὰς τῶν νομοφυλάκων, πέντε ἀφαιρεθέντων τῶν πρεσβυτέρων, τοὺς ἑξῆς δώδεκα. περὶ δὲ ὅπλων καὶ ὅσα περὶ τὸν πόλεμον ἅπαντα ὄργανα, ἐάν τινος ἢ τέχνης εἰσαγωγίμου δέῃ γίγνεσθαι ἢ φυτοῦ ἢ μεταλλευτικοῦ κτήματος ἢ δεσμευτικοῦ ἢ ζῴων τινῶν ἕνεκα τῆς τοιαύτης χρείας, ἵππαρχοι καὶ στρατηγοὶ τούτων ἔστωσαν κύριοι εἰσαγωγῆς τε καὶ ἐξαγωγῆς, διδούσης τε ἅμα καὶ δεχομένης τῆς πόλεως, νόμους δὲ περὶ τούτων νομοφύλακες τοὺς πρέποντάς τε καὶ ἱκανοὺς θήσουσι· καπηλείαν δὲ ἕνεκα χρηματισμῶν μήτε οὖν τούτου μήτε ἄλλου μηδενὸς ἐν τῇ χώρᾳ ὅλῃ καὶ πόλει ἡμῖν γίγνεσθαι.τροφῆς δὲ καὶ διανομῆς τῶν ἐκ τῆς χώρας ἐγγὺς τῆς τοῦ Κρητικοῦ νόμου ἔοικεν ὀρθότης ἄν τις γιγνομένη κατὰ τρόπον γίγνεσθαι. δώδεκα μὲν γὰρ δὴ μέρη τὰ πάντα ἐκ τῆς χώρας γιγνόμενα νέμειν χρεὼν πάντας, ᾗπερ καὶ ἀναλωτέα·