Laws

Plato

Plato, creator. Platonis Opera Tomvs V Tetralogia VIII, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1914.

ΑΘ. τὸ δὲ δωδέκατον μέρος ἕκαστον—οἷον πυρῶν καὶ κριθῶν, οἷσιν δὴ καὶ τὰ ἅπαντα ἀκολουθείτω τὰ ἄλλα ὡραῖα νεμόμενα, καὶ ὅσα ζῷα σύμπαντα πράσιμα ἐν ἑκάστοις ᾖ— τριχῇ διαιρείσθω κατὰ λόγον, ἓν μὲν μέρος τοῖς ἐλευθέροις, ἓν δὲ τοῖς τούτων οἰκέταις· τὸ δὲ τρίτον δημιουργοῖς τε καὶ πάντως τοῖς ξένοις, οἵ τέ τινες αὖ τῶν μετοικούντων ὦσι συνοικοῦντες τροφῆς ἀναγκαίου δεόμενοι, καὶ ὅσοι χρείᾳ τινὶ πόλεως ἤ τινος ἰδιωτῶν εἰσαφικνοῦνται ἑκάστοτε, πάντων τῶν ἀναγκαίων ἀπονεμηθὲν τρίτον μέρος ὤνιον ἐξ ἀνάγκης ἔστω τοῦτο μόνον, τῶν δὲ δύο μερῶν μηδὲν ἐπάναγκες ἔστω πωλεῖν. πῶς οὖν δὴ ταῦτα ὀρθότατα νέμοιτʼ ἄν; πρῶτον μὲν δῆλον ὅτι τῇ μὲν ἴσα, τῇ δʼ οὐκ ἴσα νέμομεν.

ΚΛ. πῶς λέγεις;

ΑΘ. χείρω που καὶ βελτίω τούτων ἕκαστα ἀνάγκη φύειν καὶ ἐκτρέφειν τὴν γῆν.

ΚΛ. πῶς γὰρ οὔ;

ΑΘ. τῷ μὲν τοίνυν τοιούτῳ τῶν μερῶν, τριῶν ὄντων, μηδὲν πλέον ἐχέτω μήτε τοῖς δεσπόταις ἢ δούλοις νεμόμενον, μήτε αὖ τὸ τῶν ξένων, ἀλλὰ τὴν τῆς ὁμοιότητος ἰσότητα ἡ νομὴ πᾶσιν ἀποδιδότω τὴν αὐτήν· λαβὼν ἕκαστος τῶν πολιτῶν τὰ δύο μέρη κύριος ἔστω τῆς νομῆς δούλοις τε καὶ ἐλευθέροις, ὁπόσʼ ἂν καὶ ὁποῖα βούληται διανέμειν. τὸ δὲ πλέον τούτων μέτροις τε καὶ ἀριθμῷ τῇδε χρὴ διανέμεσθαι· λαβόντα τὸν ἀριθμὸν πάντων τῶν ζῴων οἷς ἐκ τῆς γῆς δεῖ τὴν τροφὴν γίγνεσθαι, διανέμειν.τὸ δὲ μετὰ τοῦτο αὐτοῖς οἰκήσεις δεῖ χωρὶς διατεταγμένας εἶναι· τάξις δὲ ἥδε πρέπει τοῖς τοιούτοις. δώδεκα κώμας εἶναι χρή, κατὰ μέσον τὸ δωδεκατημόριον ἕκαστον μίαν, ἐν τῇ κώμῃ δὲ ἑκάστῃ πρῶτον μὲν ἱερὰ καὶ ἀγορὰν ἐξῃρῆσθαι θεῶν τε καὶ τῶν ἑπομένων θεοῖς δαιμόνων, εἴτε τινὲς ἔντοποι Μαγνήτων εἴτʼ ἄλλων ἱδρύματα παλαιῶν μνήμῃ διασεσωμένων εἰσίν, τούτοις ἀποδιδόντας τὰς τῶν πάλαι τιμὰς ἀνθρώπων, Ἑστίας δὲ καὶ Διὸς Ἀθηνᾶς τε, καὶ ὃς ἂν ἀρχηγὸς ᾖ τῶν ἄλλων τοῦ δωδεκάτου ἑκάστου μέρους, ἱερὰ πανταχοῦ ἱδρύσασθαι. πρῶτον δὲ οἰκοδομίας εἶναι περὶ τὰ ἱερὰ ταῦτα, ὅπῃ ἂν ὁ τόπος ὑψηλότατος ᾖ, τοῖς φρουροῖς ὑποδοχὴν ὅτι μάλιστα εὐερκῆ· τὴν δὲ ἄλλην χώραν κατασκευάζειν πᾶσαν δημιουργῶν τριακαίδεκα μέρη διελομένους, καὶ τὸ μὲν ἐν ἄστει κατοικίζειν, διελομένους αὖ καὶ τοῦτο εἰς τὰ δώδεκα μέρη τῆς πόλεως ἁπάσης, ἔξω τε καὶ ἐν κύκλῳ κατανεμηθέντας, ἐν τῇ κώμῃ δὲ ἑκάστῃ τὰ πρόσφορα γεωργοῖς γένη τῶν δημιουργῶν συνοικίζειν. τοὺς δʼ ἐπιμελητὰς εἶναι τούτων πάντων τοὺς τῶν ἀγρονόμων ἄρχοντας, ὅσων τε καὶ ὧντινων ὁ τόπος ἕκαστος δεῖται, καὶ ὅπου κατοικοῦντες ἀλυπότατοί τε καὶ ὠφελιμώτατοι ἔσονται τοῖσιν γεωργοῖσι.

ΑΘ. τῶν δὲ ἐν ἄστει κατὰ τὰ αὐτὰ ἐπιμεληθῆναι καὶ ἐπιμελεῖσθαι τὴν τῶν ἀστυνόμων ἀρχήν.τοῖς δὲ δὴ ἀγορανόμοις τὰ περὶ ἀγοράν που δεῖ ἕκαστα μέλειν· ἡ δʼ ἐπιμέλεια, μετὰ τὴν τῶν ἱερῶν ἐπίσκεψιν τῶν κατʼ ἀγορὰν μή τις ἀδικῇ τι, τῆς τῶν ἀνθρώπων χρείας τὸ δεύτερον ἂν εἴη, σωφροσύνης τε καὶ ὕβρεως ἐπισκόπους ὄντας κολάζειν τὸν δεόμενον κολάσεως. τῶν δὲ ὠνίων, πρῶτον μὲν τὰ περὶ τοὺς ξένους ταχθέντα πωλεῖν τοῖς ἀστοῖς σκοπεῖν εἰ γίγνεται κατὰ τὸν νόμον ἕκαστα. νόμος δʼ ἑκάστῳ μηνὸς τῇ νέᾳ ὧν δεῖ πραθῆναι τὸ μέρος τοῖς ξένοις ἐξάγειν τοὺς ἐπιτρόπους, ὅσοι τοῖς ἀστοῖς ξένοι ἢ καὶ δοῦλοι ἐπιτροπεύουσι, δωδεκατημόριον πρῶτον τοῦ σίτου, τὸν δὲ ξένον εἰς πάντα τὸν μῆνα ὠνεῖσθαι σῖτον μὲν καὶ ὅσα περὶ σῖτον ἀγορᾷ τῇ πρώτῃ· δεκάτῃ δὲ τοῦ μηνὸς τὴν τῶν ὑγρῶν οἱ μὲν πρᾶσιν, οἱ δὲ ὠνὴν ποιείσθωσαν διʼ ὅλου τοῦ μηνὸς ἱκανήν· τρίτῃ δὲ εἰκάδι τῶν ζῴων ἔστω πρᾶσις, ὅσα πρατέα ἑκάστοις ἢ ὠνητέα αὐτοῖς δεομένοις, καὶ ὁπόσων σκευῶν ἢ χρημάτων γεωργοῖς μὲν πρᾶσις, οἷον δερμάτων ἢ καὶ πάσης ἐσθῆτος ἢ πλοκῆς ἢ πιλήσεως ἤ τινων ἄλλων τοιούτων, ξένοις δὲ ἀναγκαῖον ὠνεῖσθαι παρʼ ἄλλων κτωμένοις. καπηλείας δὲ τούτων ἢ κριθῶν ἢ πυρῶν εἰς ἄλφιτα νεμηθέντων, ἢ καὶ τὴν ἄλλην σύμπασαν τροφήν, ἀστοῖς μὲν καὶ τούτων δούλοις μήτε τις πωλείτω μήτε ὠνείσθω παρὰ τοιούτου μηδεὶς μηδενός, ἐν δὲ ταῖς τῶν ξένων ξένος ἀγοραῖς πωλείτω τοῖς δημιουργοῖς τε καὶ τούτων δούλοις, οἴνου τε μεταβαλλόμενος καὶ σίτου πρᾶσιν, ὃ δὴ καπηλείαν ἐπονομάζουσιν οἱ πλεῖστοι· καὶ ζῴων διαμερισθέντων μάγειροι διατιθέσθων ξένοις τε καὶ δημιουργοῖς καὶ τούτων οἰκέταις. πᾶσαν δὲ ὕλην καύσιμον ὁσημέραι ξένος ὁ βουληθεὶς ὠνείσθω μὲν ἁθρόαν παρὰ τῶν ἐν τοῖς χωρίοις ἐπιτρόπων, πωλείτω δὲ αὐτὸς τοῖς ξένοις, καθʼ ὅσον ἂν βούληται καὶ ὁπόταν βούληται. τῶν δὲ ἄλλων χρημάτων πάντων καὶ σκευῶν ὁπόσων ἑκάστοισι χρεία, πωλεῖν εἰς τὴν κοινὴν ἀγορὰν φέροντας εἰς τὸν τόπον ἕκαστον, ἐν οἷς ἂν νομοφύλακές τε καὶ ἀγορανόμοι, μετʼ ἀστυνόμων τεκμηράμενοι ἕδρας πρεπούσας, ὅρους θῶνται τῶν ὠνίων, ἐν τούτοις ἀλλάττεσθαι νόμισμά τε χρημάτων καὶ χρήματα νομίσματος, μὴ προϊέμενον ἄλλον ἑτέρῳ τὴν ἀλλαγήν·

ΑΘ. ὁ δὲ προέμενος ὡς πιστεύων, ἐάντε κομίσηται καὶ ἂν μή, στεργέτω ὡς οὐκέτι δίκης οὔσης τῶν τοιούτων περὶ συναλλάξεων. τὸ δὲ ὠνηθὲν ἢ πραθὲν ὅσῳ πλέον ἂν ᾖ καὶ πλέονος ἢ κατὰ τὸν νόμον, ὃς εἴρηκεν πόσου προσγενομένου καὶ ἀπογενομένου δεῖ μηδέτερα τούτων ποιεῖν, ἀναγραφήτω τότʼ ἤδη παρὰ τοῖς νομοφύλαξιν τὸ πλέον, ἐξαλειφέσθω δὲ τὸ ἐναντίον. τὰ αὐτὰ δὲ καὶ περὶ μετοίκων ἔστω τῆς ἀναγραφῆς πέρι τῆς οὐσίας. ἰέναι δὲ τὸν βουλόμενον εἰς τὴν μετοίκησιν ἐπὶ ῥητοῖς, ὡς οἰκήσεως οὔσης τῶν ξένων τῷ βουλομένῳ καὶ δυναμένῳ κατοικεῖν, τέχνην κεκτημένῳ καὶ ἐπιδημοῦντι μὴ πλέον ἐτῶν εἴκοσιν ἀφʼ ἧς ἂν γράψηται, μετοίκιον μηδὲ σμικρὸν τελοῦντι πλὴν τοῦ σωφρονεῖν, μηδὲ ἄλλο αὖ τέλος ἕνεκά τινος ὠνῆς ἢ καὶ πράσεως· ὅταν δʼ ἐξήκωσιν οἱ χρόνοι, τὴν αὑτοῦ λαβόντα οὐσίαν ἀπιέναι. ἐὰν δʼ ἐν τοῖς ἔτεσι τούτοις αὐτῷ συμβῇ λόγου ἀξίῳ πρὸς εὐεργεσίαν τῆς πόλεως γεγονέναι τινὰ ἱκανήν, καὶ πιστεύῃ πείσειν βουλὴν καὶ ἐκκλησίαν, ἤ τινα ἀναβολὴν τῆς ἐξοικήσεως ἀξιῶν αὑτῷ γίγνεσθαι κυρίως, ἢ καὶ τὸ παράπαν διὰ βίου τινὰ μονήν, ἐπελθὼν καὶ πείσας τὴν πόλιν, ἅπερ ἂν πείσῃ, ταῦτα αὐτῷ τέλεα γιγνέσθω. παισὶ δὲ μετοίκων, δημιουργοῖς οὖσι καὶ γενομένοις ἐτῶν πεντεκαίδεκα, τῆς μὲν μετοικίας ἀρχέτω χρόνος ὁ μετὰ τὸ πέμπτον καὶ δέκατον ἔτος, ἐπὶ τούτοις δὲ εἴκοσιν ἔτη μείνας, ἴτω ὅπῃ αὐτῷ φίλον, μένειν δὲ ἂν βούληται, κατὰ τὰ αὐτὰ μενέτω πείσας· ὁ δὲ ἀπιὼν ἐξαλειψάμενος ἴτω τὰς ἀπογραφάς, αἵτινες ἂν αὐτῷ παρὰ τοῖς ἄρχουσιν γεγραμμέναι πρότερον ὦσιν.