Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

Λεύκων δὲ ὁ Βοσπόρου τύραννος καὶ τῶν φρουρῶν τοὺς χρεωφειλέτας διὰ κυβείαν ἢ δι’ ἄλλας ἀκολασίας ἀπομίσθους ἐποίει.

Χρὴ δὲ καὶ ἡμεροσκόπους πρὸ τῆς πόλεως καθιστάναι ἐπὶ τόπῳ ὑψηλῷ καὶ ὡς ἐκ πλείστου φαινομένῳ· ἡμεροσκοπεῖν δὲ ἐφʼ ἑκάστῳ χωρίῳ τρεῖς τοὐλάχιστον, μὴ τοὺς τυχόντας, ἀλλʼ ἐμπείρους πολέμου, ὅπως μὴ δι’ ἄγνοιαν δοξάζων τι ὁ σκοπὸς σημάνῃ ἢ διαγγείλῃ εἰς τὴν πόλιν καὶ ματαίως ὀχλῇ τοῖς ἀνθρώποις.

πάσχουσι δὲ ταῦτα οἱ ἄπειροι τάξεων καὶ πολέμου, ἀγνοοῦντες τὰς τῶν πολεμίων ἐργασίας καὶ πράξεις, εἴτε ἐκ παρασκευῆς πράσσεται, εἴτε καὶ παρὰ ταὐτομάτου.

ὁ δὲ ἔμπειρος, γνοὺς τὴν τῶν πολεμίων παρασκευὴν καὶ πλῆθος καὶ πορείας καὶ τὴν ἄλλην κίνησιν τοῦ στρατεύματος, οὕτω τὴν ἀλήθειαν ἐμφανιεῖ.

Ἐὰν δὲ μὴ ὑπάρχωσιν τοιοίδε τόποι, ὥστε καὶ εἰς τὴν πόλιν ἀπʼ αὐτῶν φαίνεσθαι τὰ σημεῖα, ἄλλους ἐπʼ ἄλλοις τόποις διαδεκτῆρας εἶναι τῶν ἀειρομένων σημείων, οἳ σημανοῦσιν εἰς τὴν πόλιν.

εἶναι δὲ τοὺς ἡμεροσκόπους καὶ ποδώκεις, οἳ ὅσα μὴ οἷά τε διὰ τῶν σημείων δηλοῦν, ἀλλʼ αὐτῶν τινα δέῃ ἐξ ἀνάγκης ἀγγέλλειν, δύνωνται ταχὺ ἀφικνεῖσθαι, καὶ ὡς ἐκ πλείστου ἀγγέλλωσιν.

Ἄριστον δὲ ἱππασίμων ὄντων τόπων καὶ ὑπαρχόντων ἵππων ἱππέας ἱππέας συνείρειν, ἵνα διὰ τῶνδε θᾶσσον ἀγγέλληται. πέμπειν δὲ ἐκ τῆς πόλεως τοὺς ἡμεροσκόπους ὄρθρου ἢ ἔτι νυκτός, ἵνα τοῖς τῶν πολεμίων σκοποῖς μὴ κατάδηλοι ὦσιν ἡμέρας πορευόμενοι ἐπὶ τὰ ἡμεροσκοπεῖα.

σύνθημα

δὲ μὴ ἔχειν αὐτοὺς ἓν καὶ τὸ αὐτὸ ---, ὅπως μήτε ἑκόντες μήτε ἄκοντες, ἐὰν συλληφθῶσιν ὑπὸ τῶν πολεμίων, εἰπεῖν ἔχωσι τὸ τῶν ἐν τῇ πόλει σύνθημα. παραγγέλλεσθαι δὲ τοῖς ἡμεροσκόποις αἴρειν τὰ σύσσημα ἐνίοτε, καθάπερ οἱ πυρσευταὶ τοὺς πυρσούς.

Ὅταν δὲ ἡ χώρα ἐγκάρπως διακέηται μὴ πόρρω ὄντων πολεμίων, εἰκὸς πολλοὺς τῶν ἐν τῇ πόλει περὶ τοὺς ἐγγὺς χώρους διατελεῖν, γλιχομένους τοῦ καρποῦ.

τούτους δʼ οὖν εἰς τὴν πόλιν ἀθροίζειν ὧδε χρή. πρῶτον μὲν τοῖς ἔξω ἅμα ἡλίῳ δύνοντι σημαίνειν ἀπιέναι εἰς τὴν πόλιν· ἐὰν δὲ καὶ ἐπὶ πλέον τῆς χώρας ἐσκεδασμένοι ὦσιν, ὑπὸ διαδεκτήρων σημαίνεσθαι, ὅπως πάντες ἢ οἱ πλεῖστοι παραγίγνωνται εἰς πόλιν.

ἐπειδὰν δὲ τούτοις σημανθῇ ἀπιέναι, οὕτως τοῖς ἐν τῇ πόλει δειπνοποιεῖσθαι· τὸ δὲ τρίτον σημαίνειν εἰς φυλακὴν ἰέναι καὶ καθιστάναι.

ὡς δὲ δεῖ τοῦτο γίγνεσθαι καὶ ὡς αἴρειν τοὺς φρυκτούς, ἐν τῇ Παρασκευαστικῇ βίβλῳ πλειόνως εἴρηται. ὅθεν δεῖ τὴν μάθησιν λαμβάνειν, ἵνα μὴ δὶς περὶ τῶν αὐτῶν γράφειν συμβῇ.

Μετὰ δὲ ταῦτα εἰς τὴν χώραν προσδεχόμενον πλείω καὶ μείζω δύναμιν πολεμίων πρῶτον μὲν τὴν χώραν δυσεπίβολον εἶναι τοῖς πολεμίοις καὶ δυσστρατοπέδευτον καὶ δυσπροσπόριστον κατασκευάζειν καὶ τοὺς ποταμοὺς δυσδιαβάτους καὶ πλείους.

Πρός τε τὰς ἀποβάσεις τῶν πολεμίων εἰς τὰ ψαμμώδη καὶ στερεὰ ὅσα καὶ οἷα χρὴ κατασκευάζεσθαι δολώματα τοῖς ἀποβαίνουσι, τοῖς τε ἐν τῇ χώρᾳ καὶ τῇ πόλει λιμέσιν οἷα εἰς τούτους δεῖ φράγματα παρασκευάζεσθαι πρὸς τὸ μὴ εἰσπλεῖν ἢ τὰ εἰσπλεύσαντα μὴ δύνασθαι ἐκπλεῦσαι,

τά τε καταλιμπανόμενα ἐν τῇ χώρᾳ ἑκουσίως, εἰς χρείαν δὲ φέροντα τοῖς ἐναντίοις, οἷον πρὸς τειχοποιίαν ἢ σκηνοποιίαν ἢ ἄλλην τινὰ πρᾶξιν ὡς

δεῖ ἀχρεῖα ποιεῖν ἢ μὴ φθείροντα ἀφανίζειν τά τε βρωτὰ καὶ ποτὰ καὶ τὰ κατʼ ἀγροὺς ἔγκαρπα καὶ τὰ ἄλλα κατὰ τὴν χώραν, καὶ τὰ στάσιμα ὕδατα ὡς ἄποτα δεῖ ποιεῖν, τά τε ἱππάσιμα τῆς χώρας ὡς δεῖ ἄνιππα ποιεῖν,

περὶ μὲν οὖν τούτων πάντων ὧδε μὲν νῦν παραλείπεται, ὡς δεῖ ἕκαστον τούτων γίγνεσθαι, ἵνα μὴ καὶ ταύτῃ, λίαν πολλά, δηλῶται· γέγραπται δὲ τελέως περὶ αὐτῶν ἐν τῇ Παρασκευαστικῇ βίβλῳ.

Ἄν δὲ θρασύνεσθαί τι ἐπιχειρῶσιν οἱ ἐπιόντες πρός σε, τάδε ποιητέον. πρῶτον μὲν χρὴ σώμασι τόπους τινὰς τῆς οἰκείας χώρας καταλαβεῖν, ἔπειτα ἐκκλησιάσαντα τοὺς αὑτοῦ στρατιώτας ἢ πολίτας ἄλλα τε προειπεῖν αὐτοῖς, ὡς ὑπαρχούσης τινὸς αὐτοῖς πράξεως εἰς τοὺς πολεμίους, καὶ ὅταν νυκτὸς σημάνῃ τῇ σάλπιγγι, ἑτοίμους εἶναι τοὺς ἐν τῇ ἡλικίᾳ, ἀναλαβόντας τὰ ὅπλα καὶ ἀθροισθέντας εἰς χωρίον ῥητὸν ἕπεσθαι τῷ ἡγουμένῳ.

διαγγελθέντων οὖν τούτων εἰς τὸ στρατόπεδον τῶν πολεμίων ἢ τὴν πόλιν, δύνασαι ἀποτρέψαι ὧν ἐπιχειρῶσι πράσσειν.

τούτων δὲ οὕτω πραχθέντων τοῖς μὲν φιλίοις θάρσος ἐμποιήσεις ἐπιχειρῶν τι ἀλλʼ οὐ δεδιώς, τοῖς δὲ πολεμίοις φόβον ἐμπαρασκευάσεις, ὥστε ἐπὶ τῆς αὑτῶν ἠρεμεῖν.