Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

εἰ μὲν ἕνα ἢ δύο καταλαμβάνοιεν τόπους, τὸν λοιπὸν ἂν τοῖς ἐναντίοις ὑπάρχειν· εἰ δὲ πάντας, χωρισθέντες ἂν καὶ μερισθέντες ἀσθενεστέρως διακέοιντο πρὸς τοὺς ὑπεναντίους ἀθρόους ὄντας, εἰ μὴ ἑκάστῳ μέρει ὑπερέχοιεν τῶν ἐν τῇ πόλει. ὡς δὲ αὕτως καὶ κατὰ τῶν ἄλλων πάντων θελημάτων χρὴ τὰ ἐνόντα ὑπεναντία τοῖς προγεγραμμένοις ὑπονοεῖν, ἵνα μὴ ἀπερισκέπτως τι ἕτερον αἱρῇ.

Ἐκ προσφάτου δὲ ἐγγιγνομένου φόβου ἀσυντάκτῳ πόλει, τάχιστα ἄν τις εἰς σύνταξιν καὶ φυλακὴν τῆς πόλεως τοὺς πολίτας καταστήσαι,

εἰ ἑκάστῃ φυλῇ μέρος τι τοῦ τείχους κλήρῳ ἀποδείξειεν, ἐφʼ ᾧ ἐλθοῦσαι εὐθὺς αἱ φυλαὶ φυλάξουσιν. κατὰ πολυπλήθειαν δὲ φυλῆς ἑκάστης τὸ μέγεθος τοῦ τείχους φυλαττόντων.

ἔπειτα οὕτως ἀφʼ ἑκάστης φυλῆς τοὺς δυναμένους τοῖς σώμασι πονέσαι ἀπολέγειν εἴς τε τὴν ἀγορὰν καὶ τὰς περιοδίας, καὶ εἴ τι ἄλλο δεῖ χρῆσθαι τοῖς τοιούτοις ἀνθρώποις.

ὁμοτρόπως δὲ καὶ φρουρίου ὑπὸ συμμάχων φρουρουμένου μέρος τι τοῦ τείχους τῶν συμμάχων ἑκάστοις ἀποδιδόσθω φυλάττειν. ἐὰν δὲ πολῖται ἐν ὑποψίᾳ πρὸς ἀλλήλους ὦσιν, κατὰ ἀνάβασιν ἑκάστην τοῦ τείχους δεῖ ἐπιστῆσαι ἄνδρας πιστούς, οἳ κωλυταὶ ἔσονται, ἄν τις ἐπιχειρῇ ἄλλος ἀναβαίνειν.

ἐν εἰρήνῃ δὲ καὶ ὧδε χρὴ συντετάχθαι τοὺς πολίτας. πρῶτον μὲν ῥύμης ἑκάστης ἀποδεῖξαι ῥυμάρχην ἄνδρα τὸν ἐπιεικέστατόν τε καὶ φρονιμώτατον, πρὸς ὅν, ἐάν τι ἀπροσδοκήτως νυκτὸς γένηται, συναθροισθήσονται.

χρὴ δὲ τὰς ἐγγυτάτας ῥύμας τῆς ἀγορᾶς εἰς τὴν ἀγορὰν ἄγειν τοὺς ῥυμάρχας, τοῦ δὲ θεάτρου τὰς ἐγγυτάτω ῥύμας εἰς τὸ θέατρον, εἴς τε τὰς ἄλλας ἕκαστον ἐγγύτατα εὐρυχωρίας ἀθροίζεσθαι τοὺς ῥυμάρχας μετὰ τῶν ἐξενεγκαμένων παρʼ αὐτοὺς τὰ ὅπλα·

οὕτω γὰρ ἂν τάχιστα ἔς τε τοὺς προσήκοντας ἕκαστοι τόπους ἀφίκοιντο καὶ ἐγγυτάτω τῶν σφετέρων οἴκων εἶεν, διαπέμποιέν τε ἂν οἰκονομοῦντες πρὸς τοὺς κατʼ οἶκον, τέκνα καὶ γυναῖκας, οὐ πρόσω αὐτῶν διατελοῦντες. τῶν τε ἀρχόντων δεῖ προκεκληρῶσθαι εἰς ὃν ἕκαστοι

τόπον ἐλθόντες τῶν συλλεγέντων ἐπὶ τὰ χείλη ἀποστελοῦσι· καὶ τῶν λοιπῶν ἕνεκα ἐπιμελείας ἡγεμόνες ἔσονται, ἄνπερ εὐθὺς ἡγεμονεύσωσιν ὧδε.

Εὐθύτατα δεῖ αὐτοῖς πεποιῆσθαι σύσσημα, ἀφʼ ὧν μὴ ἀγνοήσουσι τοὺς προσιόντας αὐτοῖς· ἤδη γὰρ τοιόνδε συνέβη. Χαλκὶς ἡ ἐν Εὐρίπῳ κατελήφθη ὑπὸ φυγάδος ὁρμωμένου ἐξ Ἐρετρίας, τῶν ἐν τῇ πόλει τινὸς τεχνασαμένου τοιόνδε.

κατὰ τὸ ἐρημότατον τῆς πόλεως καὶ πύλας οὐκ ἀνοιγομένας ἔχων ἔφερεν πυργάστρην, ἣν φυλάσσων τὰς ἡμέρας καὶ τὰς νύκτας ἔλαθεν νυκτὸς τὸν μοχλὸν διαπρήσας καὶ δεξάμενος ταύτῃ στρατιώτας.

ἀθροισθέντων δὲ ἐν τῇ ἀγορᾷ ὡς δισχιλίων ἀνδρῶν ἐσημάνθη τὸ πολεμικὸν σπουδῇ. πολλοὶ δὲ τῶν Χαλκιδέων δι’ ἄγνοιαν ἀπόλλυνται· οἱ γὰρ ἐκφοβηθέντες ἐτίθεντο φέροντες τὰ ὅπλα πρὸς τοὺς πολεμίους ὡς πρὸς φιλίους, αὐτὸς ἕκαστος δοκῶν ὕστερος παραγίγνεσθαι.

οὕτως οὖν καθʼ ἕνα καὶ δύο οἱ πλεῖστοι ἀπώλλυντο, μέχρι χρόνῳ ὕστερον ἔγνωσαν τὸ συμβαῖνον, τῆς πόλεως ἤδη κατεχομένης.

πολεμοῦντα οὖν χρὴ

καὶ ἐγγὺς ὄντων τῶν πολεμίων, πρῶτον μὲν τὰ ἀποστελλόμενα ἐκ τῆς πόλεως κατὰ γῆν ἢ κατὰ θάλατταν ἐπί τινα πρᾶξιν πρὸς τοὺς ὑπομένοντας μετὰ συσσήμων ἀποστέλλεσθαι καὶ ἡμερινῶν καὶ νυκτερινῶν, ἵνα μὴ ἀγνοῶσι πολεμίων αὐτοῖς ἐπιφαινομένων, εἰ φίλιοι ἢ πολέμιοί εἰσιν·

ἐπὶ δὲ πρᾶξιν πορευθέντων καὶ πέμπειν τινὰς γνωσομένους, ἵνα καὶ τὰ τοιαῦτα ὡς ἐκ πλείστου τῶν ἀπόντων οἱ ὑπομένοντες εἰδῶσιν· μέγα γὰρ ἂν φέροι πρὸς τὸ μέλλον ἐκ πλείονος παρασκευάζεσθαι.

τοῖς δὲ μὴ οὕτω πράττουσιν ἃ συμβέβηκεν ἐμφανισθήσεται τινῶν ἤδη γενομένων, ἃ ἐπὶ παραδείγματος καὶ μαρτυρίου καθαροῦ παραλέγηται.

Πεισιστράτῳ γὰρ Ἀθηναίων στρατηγοῦντι ἐξηγγέλθη ὅτι οἱ ἐκ Μεγάρων οἱ ἐπιχειροῖεν ἀφικόμενοι πλοίοις ἐπιθέσθαι νυκτὸς ταῖς τῶν Ἀθηναίων γυναιξὶν θεσμοφόρια ἀγούσαις ἐν Ἐλευσῖνι· ὁ δὲ Πεισίστρατος ἀκούσας προενήδρευσεν.

ἐπεὶ δὲ οἱ ἐκ τῶν Μεγάρων ὡς λεληθότες ἀπέβησαν καὶ ἀπὸ τῆς θαλάττης ἐγένοντο, ἐξαναστὰς ὁ Πεισίστρατος τῶν ἐνεδρευθέντων τε ἀνδρῶν ἐκράτησεν καὶ διέφθειρεν τοὺς πλείστους, καὶ τῶν πλοίων οἷς ἀφίκοντο ἐγκρατὴς ἐγένετο.

ἔπειτα παραχρῆμα τοῖς ἑαυτοῦ στρατιώταις πληρώσας τὰ πλοῖα ἔλαβε τῶν γυναικῶν τὰς ἐπιτηδειοτάτας

συμπλεῦσαι, καὶ κατήγετο εἰς τὰ Μέγαρα ὀψὲ ἀπωτέρω τῆς πόλεως.

κατιδόντες οὖν τὰ πλοῖα προσπλέοντα ἀπήντων πολλοὶ τῶν Μεγαρέων, αἵ τε συναρχίαι καὶ οἱ ἄλλοι, θεώμενοι ὡς εἰκὸς αἰχμαλώτους ἀγομένας ὡς πλείστας --- καὶ μετʼ ἐγχειριδίων ἀποβάντες τοὺς μὲν καταβαλεῖν, ὅσους δὲ ἂν δύναιντο τῶν ἐπιφανεστάτων συναρπάζειν εἰς τὰ πλοῖα.

καὶ οὕτως ἐπράχθη. δῆλον οὖν ὅτι μετὰ συσσήμων καὶ μὴ ἀγνοουμένων πρὸς ἀλλήλους, τὰς ἀθροίσεις καὶ τὰς πέμψεις δεῖ ποιεῖσθαι.

Ἔπειτα πυλωροὺς καθεστάναι μὴ τοὺς τυχόντας ἀλλὰ φρονίμους καὶ ἀγχίνους, καὶ δὴ ὑπονοεῖν δυναμένους ἀεί τι τῶν εἰσκομιζομένων, ἔτι δὲ καὶ εὐπόρους καὶ οἷς ἐνέχυρα ἐν τῇ πόλει ὑπάρχει, τέκνα καὶ γυναῖκα λέγω, ἀλλὰ μὴ οἵτινες δι’ ἔνδειαν ἢ συναλλαγμάτων ἀνάγκην ἢ δι’ ἄλλην τινὰ ἀπορίαν πεισθεῖεν ὑπό τινων ἢ αὐτοὶ παρακελεύσαιεν ἄν τινας ἐπὶ νεωτερισμῷ.