Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

τοὺς δὲ κατασβεννύντας ἀπὸ τῶν ὑψηλοτέρων ἔχειν περὶ τὸ πρόσωπον ἔρυμα, ἵνα ἧσσον ὀχλῶνται προσαϊσσούσης αὐτοῖς τῆς φλογός.

Αὐτὸν δὲ πῦρ σκευάζειν ἰσχυρὸν ὧδε, ὅπερ οὐ πάνυ τι κατασβέννυται. πίσσαν, θεῖον, στυππεῖον, μάνναν λιβανωτοῦ, δᾳδὸς πρίσματα ἐν ἀγγείοις ἐξάπτοντα προσφέρειν, ἐὰν βούλῃ τῶν πολεμίων τι ἐμπρησθῆναι.

Ταῖς δὲ τῶν κλιμάκων προσθέσεσιν ἀντιοῦσθαι ὧδε. ἐὰν μὲν ὑπερέχῃ τοῦ τείχους ἡ κλῖμαξ προστεθεῖσα, χρή, ὅταν ἐπʼ ἄκρων ᾖ ὁ ἀναβαίνων,

τότε ἀπῶσαι τὸν ἄνδρα ἢ τὴν κλίμακα ξύλῳ δικρῷ, ἐὰν μὴ ἄλλως κωλύειν δύνῃ διὰ τὸ ὑποτοξεύεσθαι·

ἐὰν δὲ ἀρτία ᾖ τῷ τείχει ἡ κλῖμαξ, τὴν μὲν κλίμακα οὐχ οἷόν τε ἀπωθεῖν, τὰ δὲ ὑπερβαίνοντα χρὴ ἀπῶσαι. ἐὰν δὲ ταῦτα μὲν ἀδύνατα δοκῇ εἶναι, πεποιῆσθαι χρὴ οἷον θύραν ἐκ σανίδων, ἔπειτʼ ἐπὰν προσφέρηται ἡ κλῖμαξ, προϋποτιθέναι τῇ κλίμακι τῇ προσφερομένῃ· ὅταν δὲ προσίῃ ἡ κλῖμαξ πρὸς τὴν θύραν, ἐξ ἀνάγκης ὑπαχθείσης τῆς θύρας ἡ κλῖμαξ πίπτει, σπονδύλου προϋποτιθεμένου, οὐδὲ προσσταθῆναι δυνήσεται.

Τοὺς δὲ ὑπορύσσοντας ὧδε κωλύειν. ἐὰν δοκῇς ὑπορύσσεσθαι, ὡς βαθυτάτην ἐκτὸς χρὴ τὴν τάφρον ὀρύσσεσθαι, ὅπως εἰς τὴν τάφρον τὸ ὑπόρυγμα ἀφίκηται καὶ οἱ ὑπορύσσοντες ὀφθῶσιν.

ἐὰν δέ σοι ὑπάρχῃ, καὶ τειχίον τειχίσαι εἰς αὐτὴν ὡς ἰσχυροτάτων καὶ μεγίστων λίθων. ἐὰν δὲ μὴ ὑπάρχῃ τειχίσαι λίθοις,

ξύλων φορυτὸν κομίσαντα ... ἂν δὲ τὰ ὑπορύγματα τῆς τάφρου πῃ προσπέσῃ, ταύτῃ ἐπιβάλλοντα ξύλα καὶ τὸν φορυτὸν ἐμπρῆσαι καὶ τὰ ἄλλα κατασκεπάσαι, ὅπως ὁ καπνὸς εἰς τὸ διόρυγμα πορεύσηται καὶ κακῶς ποιήσῃ τοὺς ἐν τῷ ὀρύγματι

ὄντας· ἐνδέχεται δὲ καὶ πολλοὺς ἀπολέσθαι αὐτῶν ὑπὸ τοῦ καπνοῦ.