Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

ᾗ δὲ ἂν τοῦ τείχους χελώνη προσαχθεῖσα δύνηταί τι τοῦ τείχους διορύξαι ἢ καταβαλεῖν, ταύτῃ χρὴ ἀντιοῦσθαι παρεσκευασμένον.

πρὸς μὲν τὸ διόρυγμα πῦρ ποιεῖν πολύ, πρὸς δὲ τὸ πέσημα τοῦ τείχους τάφρον ἔσωθεν ὀρύσσειν, ἵνα μὴ εἰσέλθωσιν· καὶ ἅμα ἀνταείρειν τειχίον τειχίζοντα πρότερον ἢ πεσεῖν τὸ τεῖχος, ᾗ διορύσσεται, ἂν μὴ ἄλλως δύνῃ κωλύειν.

Χρὴ δὲ ταῖς προσενεχθείσαις χελώναις ἐπιχεῖν πίσσαν καὶ στυππεῖον καὶ θεῖον ἐπιβάλλειν, ἔπειτα φλογωθέντα φάκελλον καὶ ἐξάψαντα ἐπαφιέναι σχοίνῳ ἐπὶ τὴν χελώνην. τὰ δὲ τοιαῦτα προτεινόμενα ἀπὸ τοῦ τείχους ἐπιβάλλεται τοῖς προσαγομένοις μηχανήμασι. πιμπράναι χρὴ ταῦτα ὧδε.

παρεσκευάσθω ξύλα οἷον ὕπερα, μεγέθει δὲ πολλῷ μείζω· καὶ εἰς μὲν τὰ ἄκρα τοῦ ξύλου κροῦσαι σιδήρια ὀξέα μικρότερα καὶ μείζω, περὶ δὲ τὰ ἄλλα μέρη τοῦ ξύλου καὶ ἄνω καὶ κάτω χωρὶς πυρὸς σκευασίας ἰσχυράς· τὸ δὲ εἶδος γενέσθω οἷον κεραυνὸς τῶν γραφομένων. τοῦτο δὲ ἀφίεσθαι χρὴ ἐς τὸ προσαγόμενον μηχάνημα ἐσκευασμένον οὕτως ὥστε ἐμπήγνυσθαι εἰς τὸ μηχάνημα, καὶ ἐπιμένειν τὸ πῦρ ἐμπαγέντος αὐτοῦ.

ἔπειτʼ ἄν τινες ὦσι τῆς πόλεως ξύλινοι μόσυνες ἢ τοῦ τείχεός τι, χρὴ τούτοις ὑπάρχειν πρὸς τὸ μὴ ἐμπίμπρασθαι ὑπὸ τῶν πολεμίων πίλους καὶ βύρσας πρὸς τὴν ἔπαλξιν.

ἐὰν δὲ ἐμπρησθῶσιν πύλαι, προσφέρεσθαι ξύλα, καὶ ἐμβάλλοντα ὡς μέγιστον τὸ πῦρ ποιεῖν, μέχρι οὗ ἂν ταφρεύσῃς τὰ ἔσωθεν, καὶ ἀντιδείμῃς ἐκ τῶν σοι συνυπαρχόντων τάχιστα· εἰ δὲ μή, ἐκ τῶν ἐγγύτατα οἰκιῶν καθαιροῦντα.

Ἐὰν δέ τι οἱ πολέμιοι πειρῶνται ἐμπιμπράναι ἰσχυρᾷ σκευασίᾳ πυρός, σβεννύειν χρὴ αὐτὸ ὄξει· οὐ γὰρ ἔτι ῥᾳδίως ἐξάπτεται. μᾶλλον δὲ ἰξῷ προαλείφειν· τούτου γὰρ πῦρ οὐχ ἅπτεται.