Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

μὴ προειδότες ὅπου τοῦ τείχους τὴν νύκτα ἔσονται μηδὲ μεθʼ ὧν, ἀλλʼ ἀγνοοῦντες τὸ μέλλον. καὶ τοὺς ἡμέρας φυλάξαντας μὴ φυλάσσειν νυκτός· οὐ γὰρ ἐπιτήδειον προειδέναι ἃ μέλλει ἕκαστος πράσσειν.

Προφυλάσσοιέν τʼ ἂν ἐκ τῶν ἐπὶ τῷ τείχει φυλακίων προφύλακες ὧδε. ἐξ ἑκάστου γὰρ φυλακίου καθʼ ἑκάστην φυλακὴν προφυλασσόντων εἷς ἀνὴρ ἐπὶ τὸ ἐχόμενον φυλάκιον, καὶ ἀπʼ ἐκείνου ἄλλος εἰς τὸ ἐχόμενον, καὶ ἀπὸ

τῶν ἄλλων ἄλλοι εἰς τὰ ἄλλα· παρηγγέλθω δὲ ποιεῖν ἁπαξάπαντας τοῦτο ἀπὸ συσσήμων.

καὶ οὕτω πολλοί τε καὶ ἅμα περιοδεύσουσιν καὶ μικρὸν ἕκαστος χωρίον κινηθήσεται, καὶ οὐ θαμὰ οἱ αὐτοὶ παρὰ τοῖς αὐτοῖς διατελοῦσι, πυκνὰ ἄλλων φυλάκων παρʼ ἄλλοις γιγνομένων φύλαξιν. τούτου δὲ οὕτω πρασσομένου οὐκ ἄν τι ἐκ τῶν φυλάκων νεωτερισθείη.

Τοὺς δὲ προφυλάσσοντας ἀντιπροσώπους ἀλλήλοις ἑστάναι· οὕτως γὰρ ἂν πάντῃ ἀπʼ αὐτῶν βλέποιντο, καὶ ἥκιστα ὑπό τινων ἀγρευθεῖεν λάθρᾳ προσελθόντων, ἅπερ ἤδη γεγονότα περὶ τὰ ἡμεροσκόπια δεδήλωται.

ἐν δὲ ταῖς χειμεριναῖς καὶ σκοτειναῖς νυξὶν ἄλλην καὶ ἄλλην αὐτοὺς λίθους βάλλειν εἰς τὸ ἔξω μέρος τοῦ τείχους, καὶ ὡς δὴ ὁρωμένους τινὰς ὑπʼ αὐτῶν ἐρωτώντων τίνες εἶεν· ἀπὸ ταὐτομάτου γὰρ ἂν γνωσθεῖέν τινες προσπελάζοντες.