Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

ἂν δὲ δοκῇ, καὶ εἰς τὸ ἔσω μέρος τῆς πόλεως τὸ αὐτὸ ποιεῖν. οἱ δέ τινες τοῦτό φασιν βλαβερὸν εἶναι· τοὺς γὰρ προσιόντας τῶν πολεμίων ἐν τῷ σκότει προαισθάνεσθαι ὅτι ἐνταῦθα οὐ προσιτητέον ἐστὶ διὰ τὴν φωνήν τε τῶν περιόδων καὶ τὸ βάλλειν,

ἀλλὰ μᾶλλον εἰς τὸν σιγώμενον τόπον. ἄριστον δʼ ἐν τοιαύταις νυξὶν ἔξω τοῦ τείχεος κύνας

προσδεδέσθαι νυκτερεύοντας, οἵπερ ἐκ πλείονος ἐμφανιοῦσιν τὸν ἐκ τῶν πολεμίων κατάσκοπον ἢ αὐτόμολον προσπελάζοντα τῇ πόλει λαθραίως ἤ πῃ ὁρμώμενον αὐτομολοῦντα· ἅμα δὲ καὶ τὸν φύλακα, ἐὰν τύχῃ καθεύδων, ἐγείρουσι διὰ τὸν ὑλαγμόν.

Ἧι δʼ ἂν τῆς πόλεως εὐπρόσοδα καὶ εὐεπίθετα τοῖς πολεμίοις ᾖ, τῇδε φύλακας καθιστάναι τοὺς τὰ πλεῖστα κεκτημένους καὶ ἐντιμοτάτους τε καὶ τῶν μεγίστων μετέχοντας τῇ πόλει· μάλιστα γὰρ ἂν αὐτοῖς προσήκοι μὴ πρὸς ἡδονὰς τραπέσθαι, ἀλλὰ μεμνημένους ἂν τὸν νοῦν προσέχειν.

ἐν δὲ ταῖς πανδήμοις ἑορταῖς χρὴ τῶν κατὰ πόλιν φυλάκων ὅσοι ἐν σώμασι μάλιστα ὕποπτοι τοῖς αὑτῶν καὶ ἄπιστοι, ἀφίεσθαι ἀπὸ τῶν φυλακείων κατʼ οἰκίας ἑορτάζειν.

καὶ ἅμα μὲν πολυωρεῖσθαι δόξουσιν, ἅμα δὲ οὐδὲν ἂν ἐπʼ αὐτοῖς εἴη πρᾶξαι. ἀντὶ δὲ τούτων ἄλλους εἰς τὰ φυλακεῖα καθιστάναι πιστοτέρως ἔχοντας· περὶ γὰρ τὰς ἑορτὰς καὶ τοὺς τοιούτους καιροὺς μάλιστα οἱ βουλόμενοί τι νεωτερίζειν ἐγχειροῦσιν.