Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

ἐὰν δὲ ὀλίγοι τε καὶ μακρὰς φυλάσσωσιν, ὕπνος τʼ ἂν ἐγγίγνοιτο διὰ τὸ μῆκος τῶν φυλακῶν, καὶ εἴ τινές τι ἐγχειροῖεν νεωτερίσαι, ὑπάρχοι ἂν αὐτοῖς τοῦ χρόνου τὸ μῆκος καὶ φθάσαι καὶ λαθεῖν πράξαντάς τι πρὸς τοὺς πολεμίους· διὸ δεῖ τὰ τοιαῦτα μὴ ἀγνοεῖν.

ἔτι δὲ χρὴ ἐν τοῖς κινδύνοις καὶ τάδε προνοεῖν. τῶν φυλάκων μηδένα προγιγνώσκειν μήτε ὁπόστην μήτε ὅπου φυλάξει τῆς πόλεως· μηδὲ τῶν αὐτῶν ἀεὶ τοὺς αὐτοὺς ἡγεῖσθαι, ἀλλʼ ὡς πυκνότατα πάντα μεθιστάναι τὰ περὶ τὴν πολιτοφυλακίαν· οὕτω γὰρ ἂν ἥκιστά τις δύναιτο τοῖς ἔξω προδιδοὺς δηλοῦν τι ἢ προσδέξασθαι παρὰ τῶν πολεμίων,

μὴ προειδότες ὅπου τοῦ τείχους τὴν νύκτα ἔσονται μηδὲ μεθʼ ὧν, ἀλλʼ ἀγνοοῦντες τὸ μέλλον. καὶ τοὺς ἡμέρας φυλάξαντας μὴ φυλάσσειν νυκτός· οὐ γὰρ ἐπιτήδειον προειδέναι ἃ μέλλει ἕκαστος πράσσειν.

Προφυλάσσοιέν τʼ ἂν ἐκ τῶν ἐπὶ τῷ τείχει φυλακίων προφύλακες ὧδε. ἐξ ἑκάστου γὰρ φυλακίου καθʼ ἑκάστην φυλακὴν προφυλασσόντων εἷς ἀνὴρ ἐπὶ τὸ ἐχόμενον φυλάκιον, καὶ ἀπʼ ἐκείνου ἄλλος εἰς τὸ ἐχόμενον, καὶ ἀπὸ

τῶν ἄλλων ἄλλοι εἰς τὰ ἄλλα· παρηγγέλθω δὲ ποιεῖν ἁπαξάπαντας τοῦτο ἀπὸ συσσήμων.

καὶ οὕτω πολλοί τε καὶ ἅμα περιοδεύσουσιν καὶ μικρὸν ἕκαστος χωρίον κινηθήσεται, καὶ οὐ θαμὰ οἱ αὐτοὶ παρὰ τοῖς αὐτοῖς διατελοῦσι, πυκνὰ ἄλλων φυλάκων παρʼ ἄλλοις γιγνομένων φύλαξιν. τούτου δὲ οὕτω πρασσομένου οὐκ ἄν τι ἐκ τῶν φυλάκων νεωτερισθείη.

Τοὺς δὲ προφυλάσσοντας ἀντιπροσώπους ἀλλήλοις ἑστάναι· οὕτως γὰρ ἂν πάντῃ ἀπʼ αὐτῶν βλέποιντο, καὶ ἥκιστα ὑπό τινων ἀγρευθεῖεν λάθρᾳ προσελθόντων, ἅπερ ἤδη γεγονότα περὶ τὰ ἡμεροσκόπια δεδήλωται.