Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

Νυκτοφυλακεῖσθαι ἐν μὲν τοῖς κινδύνοις καὶ προσκαθημένων ἤδη ἐγγὺς πολεμίων πόλει ἢ στρατοπέδῳ ὧδε.

τὸν μὲν στρατηγὸν τὸν τοῦ ὅλου ἡγεμόνα καὶ τοὺς μετʼ αὐτοῦ τετάχθαι κατὰ τὰ περιαρχεῖα καὶ τὴν ἀγοράν, ἐὰν ὀχυρότητος μετέχῃ· εἰ δὲ μή, προκατειληφέναι τόπον τῆς πόλεως ἐρυμνότατόν τε καὶ ἐπὶ πλεῖστον ἀπʼ αὐτοῦ τῆς πόλεως ὁρώμενον.

περὶ δὲ τὸ στρατήγιον σκηνοῦν καὶ διατελεῖν ἀεὶ τὸν σαλπιγκτὴν καὶ τοὺς δρομοκήρυκας, ἵν̓, ἐάν τι δέῃ σημῆναι ἤ παραγγεῖλαι, ἐξ ἑτοίμου ὑπάρχωσι, καὶ οἵ τε ἄλλοι φύλακες τὸ μέλλον αἴσθωνται καὶ οἱ περίοδοι ὅπου ἂν ὄντες τύχωσι κατὰ περιοδίαν τῆς πόλεως.

ἔπειτα τούς τε ἐπὶ τῷ τείχει φύλακας καὶ τοὺς ἐν τῇ ἀγορᾷ καὶ ἐπὶ τῶν ἀρχείων καὶ τῶν εἰς τὴν ἀγορὰν εἰσβολῶν καὶ τοῦ θεάτρου καὶ τῶν ἄλλων κατεχομένων χωρίων διὰ βραχέων τε φυλάσσειν, καὶ πολλὰς εἶναι τὰς φυλακὰς καὶ ἅμα πολλοὺς ἀνθρώπους.

ἐν γὰρ τῷ δι’ ὀλίγου φυλάσσειν οὔτʼ ἂν κατὰ μῆκος χρόνου δύναιτό τις πρᾶξαί τι πρὸς τοὺς πολεμίους καὶ νεωτερίσαι φθάσας, ἧττόν τʼ ἂν ὕπνοι ἐγγίγνοιντο διὰ βραχέος φυλασσόντων, τῷ τε πολλοὺς ἅμα φυλάσσειν μᾶλλον δύναιτο ἐκφερομυθεῖσθαί τι τῶν πρασσομένων.

ἐγρηγορέναι τε ὡς πλείστους ἄμεινον ἐν τοῖς κινδύνοις καὶ πάντας φυλάξαι ἐν τῇ νυκτί, ἵνʼ ὡς πλεῖστοι καθʼ ἑκάστην φυλακὴν προφυλάσσωσιν.