Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

Ὅδʼ οὖν ἄλλος τρόπος βοηθείας βελτίων ἂν εἴη ἐπὶ τοὺς ἐμβεβληκότας.

πρῶτον μὲν οὖν νυκτὸς

οὐ χρὴ εὐθὺς βοηθεῖν, εἰδότα ὅτι ἀτακτότατοι ἂν καὶ ἀπαράσκευοι πρὸ τῆς ἕω εἶεν οἱ ἄνθρωποι, τῶν μὲν ἐπειγομένων τὰ οἰκεῖα σῴζειν ὡς τάχιστα ἐκ τῶν ἀγρῶν, ἑτέρων δὲ πεφοβημένων εἰς τοὺς κινδύνους προϊέναι, οἷα εἰκὸς προσφάτως ἀγγελμένων, ἄλλων δὲ πάμπαν ἀπαρασκεύων ὄντων.

χρὴ οὖν τὴν μὲν βοήθειαν εὐτρεπίζειν ἀθροίζοντα ὅτι τάχος, ἅμα τῶν μὲν τὸ δεῖμα ἀφαιροῦντα, τοῖς δὲ θάρσος ἐμποιοῦντα τοὺς δὲ ὁπλίζοντα.

δεῖ γάρ σε εἰδέναι ὅτι τῶν πολεμίων οἱ μετὰ ξυνέσεως καὶ ἐπιστήμης γιγνόμενοι ἐν πολεμίᾳ, κατʼ ἀρχὰς μὲν τὸ ἰσχυρότατον αὑτῶν ἐν τάξει ἄγουσι προσδεχόμενοί τινας ἐφʼ ἑαυτοὺς ἰέναι καὶ ἑτοίμως ἔχοντες ἀμύνεσθαι· τινὲς δὲ διασπαρέντες αὐτῶν κατὰ τὴν χώραν ἀδικοῦσιν, ἄλλοι δʼ ἂν ἐνεδρεύοιεν προσδεχόμενοί τινας βοηθοῦντας ὑμῶν ἄτακτον βοήθησιν.

δεῖ οὖν μὴ εὐθὺς αὐτοὺς προσκείμενον ἐνοχλεῖν, ἀλλʼ ἐᾶσαι τούτους πρότερον θαρσῆσαι καὶ καταφρονήσαντάς σου ἐπὶ λεηλάτησιν καὶ πλεονεξίαν ὁρμῆσαι· ἅμα δʼ ἂν οὗτοι σιτίων καὶ πόσεως πληρούμενοι καὶ οἰνωθέντες ἀμελεῖς καὶ ἀπειθεῖς τοῖς ἄρχουσι γίγνοιντο.

ἐκ δὲ τούτων εἰκὸς μοχθηροὺς αὐτῶν τοὺς ἀγῶνας καὶ τὴν ἀποχώρησιν συμβαίνειν,

ἐάνπερ γε σὺ αὐτοῖς εὐκαίρως ἐπιθῇ. ἡτοιμασμένης γάρ σοι τῆς βοηθείας εἰς τὸν παρηγγελμένον τόπον καὶ ἐσπαρμένων ἤδη τῶν πολεμίων πρὸς ἁρπαγήν, οὕτω χρὴ αὐτοῖς προσκεῖσθαι τοῖς μὲν

ἱππεῦσιν προκαταλαμβάνοντα τὰς ἀποχωρήσεις, τοῖς δʼ ἐπιλέκτοις ἐνέδρας ποιούμενον, τοῖς δʼ ἄλλοις κούφοις ἐπιφαινόμενον αὐτοῖς, τοὺς δʼ ὁπλίτας ἀθρόους ἐν τάξει ἄγοντα, μὴ πόρρω δὲ τῶν προπεμφθέντων μερῶν.

Ἐπιτίθεσο δὲ τοῖς πολεμίοις ἐν οἷς ἄκων μὲν μὴ μαχήσῃ, μαχόμενος δὲ μὴ ἔλασσον ἕξεις τῶν πολεμίων.

διὰ οὖν τὰ πρότερα εἰρημένα λυσιτελεῖ ποτε ἐφεῖναι καὶ ἐᾶσαι τοὺς πολεμίους ὡς πλείστην κατασῦραι τῆς χώρας, ἵνα δὴ λεηλατοῦντες καὶ διαπεπληρωμένοι λαφύρων ῥᾳδίως σοι τὴν δίκην δώσουσιν· τά τε γὰρ ληφθέντα πάντʼ ἂν σῴζοιτο, οἵ τʼ ἀδικήσαντες κατʼ ἀξίαν λάβοιεν τὰ ἐπιτίμια.

ὀξέως δʼ ἂν βοηθήσας τοῖς μὲν σαυτοῦ ἀπαρασκεύοις τε καὶ οὐ τεταγμένοις κινδυνεύοις, οἵ τε πολέμιοι μικρὰ μὲν ἂν φθάσαιεν κακουργήσαντες, ἐν τάξει δʼ ἂν ἔτι ὄντες ἀτιμώρητοι ἂν ἀπέλθοιεν.

πολὺ δὲ κρεῖσσον, ὡς γέγραπται, ἐνδόντα ἀφυλάκτως διακειμένοις αὐτοῖς ἐπιθέσθαι.