Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

Κατασκευασθέντων δὲ τούτων, ἄν τι ἀγγελθῇ ἢ πυρσευθῇ βοηθείας δεόμενον, ἐξιέναι ἐπὶ τὰ

κακούμενα τῆς χώρας.

τοὺς δὲ στρατηγοὺς τοὺς παρόντας εὐθὺς συντάττειν, ἵνα μὴ σποράδην καὶ κατʼ ὀλίγους ἐξιόντες ἐπὶ τὰ αὑτῶν ἀπολλύωνται δι’ ἀταξίαν καὶ κόπον ἄκαιρον, ἐνεδρευόμενοί τε ὑπὸ τῶν πολεμίων καὶ κακὰ πάσχοντες.

ἀλλὰ χρὴ τούς τε παραγιγνομένους ἐπὶ τὰς πύλας ἀθροίζεσθαι μέχρι τινὸς πλήθους, ὡς λόχου ἢ διλοχίας, εἶτα συνταχθέντας καὶ ἡγεμόνος αὐτοῖς φρονίμου δοθέντος, οὕτως ἐκπέμπεσθαι καὶ σπεύδειν ἰόντας ἐν τάξει ὡς μάλιστα.

ἔπειτα ἄλλο καὶ ἄλλο πλῆθος οὕτως ἐκπέμπειν καὶ ἐν τάχει μέχρις οὗ ἱκανοὶ δοκοῦσιν ἐκβεβοηθηκέναι, ἵνα καὶ ἐν τῇ πορείᾳ ἐχόμενα ᾖ τὰ μέρη, καὶ ἐάν τε μέρει μέρος δέῃ βοηθῆσαι ἐάν τε ἅμα πάντα δέῃ, ῥᾳδίως ὑπάρχῃ συμμίσγειν ἀλλήλοις καὶ μὴ δρόμῳ πόρρωθεν παραγίγνωνται.

πρὸ δὲ αὐτῶν δεῖ πρώτους τοὺς ὑπάρχοντας ἱππέας καὶ κούφους ἐξιέναι, μηδὲ τούτους ἀτάκτους, προεξερευνῶντάς τε καὶ προκαταλαμβάνοντας τὰ ὑψηλὰ τῶν χωρίων, ἵνʼ ὡς ἐκ πλείστου προειδῶσιν οἱ ὁπλῖται τὰ τῶν πολεμίων καὶ μηδὲν ἐξαίφνης αὐτοῖς προσπέσῃ.

περί τε τὰς καμπὰς τῶν χωρίων καὶ τὰς βάσεις τῶν ἀκρολοφιῶν καὶ τὰς ἐκτροπὰς τῶν ὁδῶν, ὅπου ἂν τρίοδοι ὦσιν, εἶναι σημεῖα, ἵνα μὴ περὶ ταῦτα σχίζωνται ἀπʼ ἀλλήλων οἱ ὑπολελειμμένοι δι’ ἄγνοιαν τῆς ὁδοῦ.

ἀπιόντα

τε εἰς τὴν πόλιν πεφυλαγμένως ἀναχωρεῖν πολλῶν ἕνεκεν καὶ μάλιστα ἐνέδρας φοβούμενον πολεμίων· ἤδη γὰρ περὶ βοήθειαν ἀφύλακτον τοιόνδε συνέβη.

Τριβαλλῶν ἐμβαλλόντων εἰς τὴν Ἀβδηριτῶν χώραν, ἐπεξελθόντες Ἀβδηρῖται καὶ παράταξιν ποιησάμενοι κάλλιστον ἔργον εἰργάσαντο· συμβαλόντες γὰρ κατέβαλον πολλοὺς καὶ ἐνίκων πλῆθος πολὺ καὶ μάχιμον.

οἱ δὲ Τριβαλλοί, ἀγανακτήσαντες τῷ συμβάντι, ἀπαλλαγέντες καὶ ἀναλαβόντες αὑτούς, πάλιν ἀφικόμενοι εἰς τὴν χώραν καὶ ἐνέδρας προκαθίσαντες ἔκειρον τὴν χώραν τὴν Ἀβδηριτῶν οὐ πόρρω τῆς πόλεως, οἱ δὲ Ἀβδηρῖται ὑπερφρονήσαντες αὐτῶν διὰ τὸ προειργασμένον ἔργον ἐπεβοήθουν πανσυδίῃ πάσῃ ῥώμῃ καὶ προθυμίᾳ· οἱ δὲ ὑπῆγον αὐτοὺς εἰς τὰς ἐνέδρας.

ὅπου δὴ λέγεται ἐκ μιᾶς πόλεως, τοσαύτης γε τὸ μέγεθος, πλείστους ἐν ἐλαχίστῳ χρόνῳ ἀπολέσθαι. οὐδὲ γὰρ ἀκούσαντες τὸν ὄλεθρον τῶν πρώτων ἐπεξελθόντων οἱ ἄλλοι ἐπέσχον τῆς βοηθείας, ἀλλʼ ἄλλος ἄλλον παρακαλῶν ἔσπευδεν βοηθεῖν τοῖς ἐπεξελθοῦσι, μέχρι ἠρημώθη ἡ πόλις ἀνδρῶν.