De musculorum dissectione ad tirones

Galen

Galen, De musculorum dissectione ad tirones

Περὶ τῶν κάτω γένυν κινούντων μυῶν.

Τέσσαρες συζυγίαι μυῶν τὴν κάτω γένυν κινοῦσιν· ἀνατείνοντες μὲν οἵ τε κροταφῖται καλούμενοι καὶ οἱ ἔνδον τοῦ στόματος. εἰς δὲ τὰ πλάγια παράγοντες οἱ κατὰ τὰς γνάθους, οὓς μασσητῆρας ὀνομάζουσιν ἀπὸ τῆς χρείας τοὔνομα

934
θέμενοι, κατασπῶντες δὲ οἱ λοιποὶ δύο. ἀλλ’ οὗτοι μὲν στενοί τέ εἰσι καὶ προμήκεις· ἀρχόμενοι μὲν ὄπισθέν τε καὶ κάτωθεν τῶν ὀστῶν, διὰ δὲ τοῦ τραχήλου πρόσω φερόμενοι, κἄπειτα εἰς ταυτὸν ἀλλήλοις ἰόντες, ἵνα δὴ καταφύωνται τῇ γένυι διανοίγοντες αὐτὴν, ἐπειδὰν ταθῶσιν. οὗτοι μόνοι συμπάντων μυῶν σαρκώδη μὲν ἔχουσιν ἄμφω τὰ πέρατα, τὸν μέσον δὲ ἀκριβῆ τένοντα. τῶν δὲ ἄλλων τριῶν συζυγιῶν εὐρώστων τε ἅμα καὶ μεγάλων οὐσῶν οἱ μὲν κροταφῖται καθήκουσιν, εἴς τε τὰς κορώνας ἄκρας τῆς γένυος εἷς ἑκατέρωθεν, εἴς τε τὴν γένυν αὐτὴν περὶ τὴν ἔκφυσιν τῆς κορώνης ἰσχυραῖς ἀπονευρώσεσιν ἐμφυόμενοι δι’ ὧν τήν τε γένυν ἀνασπῶσι καὶ κλείουσι τὸ στόμα· καὶ διὰ τοῦτο καὶ τούτους τοὺς μῦς ἐνίοτε μασσητῆρας ὀνομάζουσιν οὐχ οἱ νεώτεροι μόνον, ἀλλὰ καὶ οἱ παλαιοὶ τῶν ἰατρῶν, ὥσπερ καὶ Ἱπποκράτης. ἵνα δὲ πρῶτον ἀποβλαστάνουσιν οἱ αὐτῶν εἰρημένοι τένοντες ἐγκάρσιον ὀστοῦν
935
ἔξωθεν ἐπιβέβληταί τε καὶ περιβέβληται ζύγωμα προσαγορευόμενον.