De musculorum dissectione ad tirones

Galen

Galen, De musculorum dissectione ad tirones

Περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς μυῶν.

Οἱ μὲν περὶ τὴν βάσιν μύες, εἴτε ἕνα τις αὐτὸν φήσειεν εἶναι ἤτοι διπλοῦν ἢ τριπλοῦν εἴτε δύο ἢ καὶ τρεῖς συμφυεῖς, εἰς τὸ στηρίζειν τὸν ὀφθαλμόν εἰσι χρήσιμοι. ἐπειδὰν μάλιστα κατ’ εὐθὺ βλέπειν ἀκριβῶς τι μικρὸν σῶμα

933
δεηθῶμεν. οἱ δὲ ἄλλοι πάντες οἱ κινοῦντες αὐτὸν ἓξ τὸν ἀριθμὸν ὑπάρχουσιν. εὐθειῶν μὲν κινήσεων οἱ τέσσαρες ἐξηγούμενοι, δύο δὲ οἱ λοιποὶ περιστρέφοντες ὅλον τὸν ὀφθαλμόν. ἀλλ’ οὗτοι μὲν ἀπὸ τῶν κατὰ τὸν μέγαν κανθὸν ὁρμώμενοι χωρίων ἐπὶ τὸν μικρὸν ἀφικνοῦνται. τῶν δὲ ἄλλων τῶν τεσσάρων μυῶν ὁ μὲν ἀνατείνειν αὐτὸν, ὁ δὲ καθέλκειν, ὁ δὲ τῇ ῥινὶ προσάγειν, ὁ δὲ ἐκτὸς ἐπισπᾶσθαι· πέφυκεν ὡς ἐπὶ τὸν μικρὸν κανθόν. ὅσοι δὲ ὥσπερ καὶ Λύκος οὐχ ἓξ, ἀλλὰ πέντε νομίζουσιν εἶναι τοὺς μῦς, τοὺς δὲ ἁμαρτάνουσιν οὐ περὶ τὸν ἀριθμὸν αὐτῶν μόνον, ἀλλὰ καὶ τὴν τῶν ἐνεργειῶν γνῶσιν.