De musculorum dissectione ad tirones

Galen

Galen, De musculorum dissectione ad tirones

Περὶ τῶν κινούντων τὴν κατὰ γόνυ διάρθρωσιν.

Ἐννέα μύες εἰσὶν οἱ τὴν κατὰ γόνυ κινοῦντες διάρθρωσιν, οὐχ ὡς ὁ Λύκος οἴεται δέκα σὺν πολλοῖς καὶ ἄλλοις ἀνατομικοῖς ἀνδράσιν, ἀγνοῶν ἕνα μῦν ὅλον, ὑπὲρ οὗ τελευταῖον ποιήσομαι τὸν λόγον, ἐξαπατώμενος ὑπό τε τοῦ καθήκοντος εἰς τὸν ἐντὸς τοῦ γόνατος κόνδυλον τοῦ μηροῦ· καὶ προσέτι τοῦ μεγίστου τοῦ κατ’ αὐτὸν μυὸς τοῦ τὴν ἔνδον ἅπασαν αὐτοῦ χώραν κατειληφότος, ἐπιλαμβάνοντος δὲ καὶ τῆς ὄπισθεν οὐκ ὀλίγον. ἀλλ’ οὗτός γε οὐ μόνον οὐκ ἐμφύεται τῷ τῆς κνήμης ὀστῷ, δέον ἐμφύεσθαί γε πάντως

1008
εἴπερ κινήσειν αὐτὴν ἔμελλεν, ἀλλ’ οὐδὲ τοῖς κατὰ τὴν διάρθρωσιν συνδέσμοις, ὡς ἔνιοι τῶν ἀμυδράν τινα κίνησιν ἐργαζομένων μυῶν. αἱ μὲν γὰρ σφοδραὶ κινήσεις πᾶσαι ὑπερβαινόντων τε τὰς διαρθρώσεις ἐμφυομένων τε τοῖς ἐφεξῆς βόλοις ἀποτελοῦνται. μικρὸν δέ τι συνεπιλαμβάνουσιν αὐταῖς αἱ τῶν εἰς τοὺς συνδέσμους ἐμβαλλόντων, ἀλλ’ ὅ γε μέγιστος τῶν κατὰ τὸν μηρὸν μυῶν οὐκ ἐμφύεται τῇ κατ’ ἄρνυ διαρθρώσει, καίτοι πλησίον ἀφικνούμενος αὐτῆς. εἰ δέ τις αὐτῶν ἐφάπτεσθαί πως λέγει τῶν συνδέσμων τῆς διαρθρώσεως, οὐδ’ οὕτω δίκαιον ἦν ἐκείνης μόνης ἴδιον ὑπολαμβάνειν τὸν μῦν τοῦτον. ἀλλ’ εἴπερ ἄρα κοινὸν ἀμφοτέρων τῆς θ’ ὑπερκειμένης τῆς κατ’ ἰσχίον καὶ τῆς νῦν ἡμῖν προκειμένης. τὴν μὲν γὰρ κατ’ ἰσχίον ἐναργῶς καὶ σφοδρῶς κινεῖ, ὡς ἂν τὴν ἔκφυσιν ἐξ ὅλου τοῦ τῆς ἥβης ὀστοῦ πεποιημένος καὶ τὴν κατάφυσιν εἰς ὅλον τὸν μηρόν. ἡ δὲ κατὰ γόνυ κίνησις εἴπερ καὶ ἦν, ἀμυδρά τις ἂν ἦν παντάπασιν, ὡς ἂν ὑπ’ ἐλαχίστων λαβῶν ἐπιτελουμένη. Περὶ
1009
μὲν δὴ τοῦ μεγίστου τῶν κατὰ τὸν μηρὸν μυῶν ἱκανὰ καὶ ταῦτα. τῶν δ’ ἄλλων πρῶτος ἐπιπολῆς ἐστιν ὁ στενότατός τε καὶ μακρότατος τὴν μὲν ἄνωθεν ἔμφυσιν ἐκ μέσης τῆς ὀρθίας ῥάχεως τοῦ τῆς λαγόνος ὀστοῦ πεποιημένος. διὰ δὲ τῶν ἔνδον τοῦ μηροῦ φερόμενος ἐπὶ τὸ γόνυ, κἀνταῦθα καταφυόμενος εἰς τὸ καλούμενον ἀντικνήμιον οὐ μετὰ πολὺ τῆς διαρθρώσεως. οὗτος μὲν οὖν κάμπτει τε ἅμα πρὸς τοὐκτὸς τὴν κνήμην καὶ ἀνατείνει πως ὑψηλὴν καὶ εἰς τοῦτ’ ἄγει τὸ σχῆμα τὸ σκέλος σύμπαν, ἐν οἵῳ μάλιστα καθίσταται μαλαττόντων ἡμῶν αὐτὸ καθ’ ἑτέρου. ὁ δ’ ἐφεξῆς τούτῳ τὴν ἔμφυσιν ἔχων εἰς τὸ τῆς κνήμης ὀστοῦν οὐ διὰ σαρκώδους πέρατος ὡς τὸ πρότερον, ἀλλὰ διὰ τένοντος ἠρέμα πλατέος. ἄρχεται μὲν ἐκ τῶν τῆς ἥβης ὀστῶν, καταφύεται δὲ εἰς αὐτὸ μάλιστα τὸ ἀντικνήμιον, ἔσω καὶ αὐτὸς ἐπιστρέφων τὴν κνήμην μετὰ τῆς ἐπὶ τὸ ὄρθιον ἀνατάσεως. ὁ δ’ ὡς τὸ πολὺ μὲν ἐκ τῶν ἔνδον μερῶν, ἐνίοτε δὲ βραχὺ τοῦ προειρημένου κατωτέρω, συνεχὴς αὐτῷ μῦς
1010
ὁμοίως τένοντι καταφυόμενος εἰς τὸ ἀντικνήμιον κάμπτει τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπιστρέφει τὴν κνήμην λοξὴν, ὥσπερ καὶ αὐτὸς κεῖται λοξός· ἐκφυόμενος γὰρ ἐκ τῶν κάτω τε καὶ ἔξω μερῶν τοῦ κατ’ ἰσχίον ὀστοῦ, κἄπειτα διὰ τῶν ὀπίσω μερῶν τοῦ μηροῦ παρενεχθεὶς λοξός· εἶθ’ οὕτως εἰς τὴν διάρθρωσιν ὅλην ὑπερβὰς τὴν κατὰ γόνυ, μετὰ ταῦτα ἐπιστρέφεται πρὸς τοὐκτὸς ἐμφύεταί τε λοξὸς ἐπὶ τὸ τῆς κνήμης ἄσαρκον ὃ δὴ ἀντικνήμιον ὀνομάζεται. τούτῳ τῷ μυὶ συνεχῆ τὴν ἔκφυσιν ἔχοντες ἄλλοι τρεῖς εἰσι μύες· ὁ μὲν ἐκ τῶν ἕξω μερῶν σκέλους εὔρωστος ἱκανῶς, ὅστις καὶ διὰ τῶν ἐκτὸς τοῦ μηροῦ ἔξωθεν καταφερόμενος ἐμφύεται μετὰ τὸ γόνυ τοῖς ἔξω μέρεσι τῆς κνήμης, ἰσχνῷ καὶ πλατεῖ πέρατι σαρκώδει πρὸς τοὐκτὸς ἐπιστρέφων αὐτὴν, οἱ δὲ λοιποὶ δύο τὴν μὲν ἄνωθεν ἀρχὴν ἐκ τῶν ἔνδον μερῶν ἔχουσι τῶν προειρημένων δυοῖν ἐφεξῆς, ὡς εἶναι τὰς τέσσαρας ἐκφύσεις ἀλλήλαις ὁμιλούσας ἐκ τῶν ἐμπροσθίων μερῶν τῆς βάσεως ἐμφυομένας τοῦ κατ’ ἰσχίον ὀστοῦ. καθήκουσι
1011
δὲ ὁ μὲν ἐφεξῆς τῶν προειρημένων δυοῖν, ὅσπερ καὶ τὴν χρόαν εὑρίσκεται τοὐπίπαν πελιδνὸς εἰς τὸ τῆς κνήμης ἔνδον οὐ πολὺ τῆς διαρθρώσεως κάμπτων τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπιστρέφων αὐτὴν διὰ τένοντος ἡρέμα στρογγύλου, ὁ δ’ οὖ πάλιν ἐφεξῆς τῶνδε τοῖς ἔνδον μέρεσι τοῦ μηροῦ τοῖς πρὸ τῆς κατὰ γόνυ διαρθρώσεως ἐμφύεται μέχρι τοῦ κονδύλου τοῦ ἐκτὸς, ὅθεν καὶ ὁ ἕτερος τῶν κατὰ τὴν γαστροκνημίαν ἐκπέφυκε μυῶν, ᾧ καὶ αὐτῷ συνεπιφυόμενος ὁ προκείμενος ἐν τῷ λόγῳ μῦς συνεπισπᾶται δι’ ἐκείνου βραχύ τι τὴν κνήμην ἐπὶ τὰ ἔνδον μέρη καὶ μάλιστα ὅταν κατεσκληρυμένοι τυγχάνουσιν ὄντες. οὗτος ὁ μῦς ἔσω τε ἅμα καὶ ἐπ’ ὀλίγον ὀπίσω τὸν μηρὸν ἄγει. δέκατον αὐτὸν ὠνόμασα τῶν κινούντων τὸ κατ’ ἰσχίον ἄρθρον. ἀνεβαλλόμην δὲ τὴν διδασκαλίαν ποιήσασθαι τῆς ὅλης φύσεως αὐτοῦ μετὰ τῶν κινούντων τὴν κατὰ γόνυ διάρθρωσιν, ἐπειδὴ σὺν αὐτοῖς τέτακται, ὑπὲρ οὗ πρόσθεν αὐτάρκως. διῆλθεν. οἱ δὲ ὑπόλοιποι τρεῖς μύες τῶν κατὰ τὸν μηρὸν οἱ πρόσθιοι τὴν κατὰ γόνυ διάρθρωσιν ἐκτείνουσιν· οἱ μὲν ἐπιπολῆς
1012
εὔρωστοι δύο τελευτῶσιν εἰς ἰσχυρὸν τένοντα πλατὺν, ὃς ἐμφυόμενός τε καὶ περιφυόμενος ἅπαντι τῷ τῆς ἐπιγονατίδος ὀστῷ προέρχεται μέχρι τῆς κνήμης ἐμφυόμενος αὐτοῖς τοῖς προσθίοις. ὁ δ’ ὑπὸ τούτοις κατακεκρυμμένος εἴς τε τὴν ἀρχὴν ἐμφύεται τῆς ἐπιγονατίδος καὶ τοῖς περὶ τὴν διάρθρωσιν ἐπιφύεται συνδέσμοις. οὐ νευρώδης ὥσπερ οἱ προειρημένοι τὸ πέρας, ἀλλὰ κατὰ μὲν τὰ πρόσθια, σαρκώδης δὲ κατὰ τὰ ἔνδον ποιούμενος· καὶ γὰρ διπλοῖς σαφῶς ἐστι καὶ ἔγωγε αὐτὸν οὐχ ἕνα μῦν, ἀλλὰ δύο μᾶλλον ἐτιθέμην. εἰ μὴ τὸ διαφέρεσθαι ταῖς τῶν πρεσβυτέρων διδασκαλίαις ἐφυλαττόμην, ἔνθα μὴ μέγα τι τὸ ἀναγκάζον ἐστίν. αἱ δ’ ἀρχαὶ τῶν προσθίων μυῶν τούτων τέσσαρές εἰσι τὸν ἀριθμόν· ἡ μέν τις ἐκ τῆς ἀνάντου ῥάχεως τοῦ τῆς λαγόνος ὀστοῦ τὴν ἔκφυσιν ἔχουσα κατωτέρω τοῦ πρώτου πάντων λεχθέντος τοῦ στενοῦ, ἡ δέ τις ἀπὸ τῶν ἔξω μερῶν τοῦ μηροῦ κατ’ αὐτὸν μάλιστα τὸν γλουτόν. αὕτη μὲν οὖν ἡ κεφαλὴ τὸν μέγιστον τῶν προσθίων ἀπογεννᾷ μυῶν, ἅπασαν τὴν ἐκτὸς χώραν κατειληφότα τοῦ μηροῦ. ἡ
1013
προειρημένη δὲ τὸν τῶν ἄλλων μὲν μείζονα, τούτου δὲ ἥττονά πως τὸ μέγεθος ἅπασαν καὶ τοῦτον κατειληφότα τὴν προσθίαν χώραν τοῦ μηροῦ καί τι καὶ τῆς ἔνδον. ἔρχονται δὲ εἰς ταὐτὸν ἀλλήλοις οἱ δύο μύες οὗτοι καὶ μίαν ἀπονεύρωσιν ἐργάζονται. καθήκουσι δὲ, ὡς εἴρηται, πρόσθεν εἰς τὸ τῆς ἐπιγονατίδος ὀστοῦν, ὁ δ’ ὑποκείμενος αὐτοῖς μῦς διπλοῦς ὁ περιφυόμενος τῷ μηρῷ τὴν μὲν ἑτέραν τῶν κεφαλῶν ἁπτομένην ἔχει τῆς τε πρώτης ἐκφύσεως τοῦ μεγάλου τροχαντῆρος καὶ τοῦ κατὰ τὴν κεφαλὴν αὐχένος τοῦ μηροῦ, τὴν δ’ ἑτέραν ἐκ τῶν ταύτης κάτω μερῶν ἐκ τῆς προσθίου χώρας ἐκφυομένην τῶν μηρῶν, καθήκει δ’ αὐτὴ μὲν ἀκριβῶς εὐθεῖα διὰ τῶν προσθίων τοῦ μηροῦ μέχρι τῆς ἐπιγονατίδος ὅλη σαρκώδης μὲν οὖσα· ἡ δὲ ἑτέρα ἡ ἄνωθεν ἀρχομένη τὸ πέρας ὑμενῶδες ἐργασαμένη κατὰ τὴν ἐντὸς κεφαλὴν τοῦ μηροῦ τελευτᾷ. διὸ καὶ πολὺ μᾶλλον ἂν οὗτοι δύο μύες ὀνομάζονται ἢ οἱ τὸν ἕνα τένοντα γεννῶντες. οὗτοι μὲν οὖν ἅπαντες οἱ εἰρημένοι μύες ἄνωθεν καταφερόμενοι διὰ τοῦ μηροῦ καὶ τὴν κατὰ γόνυ διάρθρωσιν
1014
κινοῦντες. ὡς μὲν ἐγώ φημι, δικαιότερον ἂν ἐννέα ῥηθεῖεν, ἵνα δὲ μὴ δοκῶμεν ἐπὶ μικροῖς διαφέρεσθαι πρὸς τοὺς πρεσβυτέρους ἡμῶν ἀνατομικοὺς, ὀκτώ. μικρὸς δέ τις ἄλλος μῦς ἐγκατακέκρυπται τῇ διαρθρώσει κατ’ αὐτὴν τὴν ἰγνύαν σύνδεσμον ἔχων τὴν κεφαλὴν ἰσχυρὰν καὶ στρογγύλον ἐκπεφυκότα κατὰ τὸν ἔξω κόνδυλον τοῦ μηροῦ. καθήκει δὲ οὗτος εἰς τὸ τῆς κνήμης ὀστοῦν λοξός πως μᾶλλον διὰ τῶν ὀπίσω μερῶν ἐποχούμενος τῇ διαρθρώσει κάμπτειν αὐτὴν πεφυκώς.

Περὶ τῶν κατὰ τὴν κνήμην ὑφ’ ὧν ὅ τε ποῦς ὅλος καὶ οἱ δάκτυλοι κινοῦνται.

Τεσσαρεσκαίδεκα μύες ἐν κύκλῳ περίκεινται τῇ κνήμῃ· ἑπτὰ μὲν ἐκ τῶν ὀπίσω μερῶν, ἑπτὰ δὲ ἐκ τῶν πρόσω. διὰ τί δὲ ὀκτὼ νομίζουσιν αὐτοὺς ὑπάρχειν οἱ μάλιστα ἀκριβῶς τὰ τοιαῦτα δοξάζοντες ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται. τῶν μὲν οὖν ὀπίσω τῆς κνήμης τεταγμένων μυῶν οἱ τρεῖς μὲν εἰς τὸ τῆς πτέρνης ὀστοῦν τελευτῶσιν, οἱ δὲ

1015
τρεῖς τοὺς δακτύλους κάμπτουσι καὶ τὴν διάρθρωσιν ὅλου τοῦ ποδὸς, ὁ δ’ ἕβδομος εἰς τένοντα τελευτήσας ὑποφύεται τῷ ψιλῷ καὶ ἀσάρκῳ τοῦ ποδὸς ἅπαντι πλατυνόμενος. τῶν μὲν οὖν εἰς τὴν πτέρναν ἐμφυομένων οἱ δύο μὲν ἀπὸ τῶν ὀπίσω μερῶν ἐκπεφύκασι τῶν ἐνταῦθα τοῦ μηροῦ κεφαλῶν, ὁ τρίτος δὲ ὑποκείμενος αὐτοῖς ἐκ τοῦ τῆς περόνης ὀστοῦ κατ’ αὐτὴν τὴν κορυφήν· οὗτος μὲν δὴ σαρκώδης ἄχρι πέρατος μένει καθήκων ἐπὶ τὸ τῆς πτέρνης ὀστοῦν ὄπισθεν, οἱ δύο δὲ ὅταν εἰς ταυτὸν ἀλλήλοις ἀφίκωνται καὶ διεξέλθωσι τὴν καλουμένην γαστροκνημίαν τένοντα γεννήσαντες εὔρωστον ἐμφύονται δι’ αὐτοῦ τῷ πέρατι τῆς πτέρνης ἐφεξῆς τῇ προειρημένῃ καταφύσει τῇ σαρκώδει τοῦ τῆς περόνης ἐκπεφυκότος μυός. ἄλλος δὲ τέταρτος μῦς τὴν αὐτὴν μὲν ἔχει κορυφὴν θατέρῳ τῶν προειρημένων μυῶν τῷ κατὰ τὸν ἔξω κόνδυλον ἐμφυομένῳ τοῦ μηροῦ, κατὰ δὲ τὴν γαστροκνημίαν ἀποχωρίζεται, σαφῶς αὐτοῦ καὶ τελευτήσας εἰς εὐρύτατον τένοντα· πρῶτον μὲν ὑποτείνεται τῷ τῆς πτέρνης
1016
ὀστῷ κάτωθεν πλατυνθεὶς, ἔπειτα δ’, ὡς εἶπον, ὅλῳ τῷ ποδί. τούτου μὲν ἡ χρεία δυσπερίτρεπτόν τε καὶ τεταμένον καὶ σκληρὸν, ἔτι τε καὶ ψιλὸν τριχῶν εὐαίσθητόν τε κατασκευάσαι τὸ καλούμενον πέλμα. τῶν δὲ εἰς τὴν πτέρναν ἐκβαλλόντων ἀπάγειν ὀπίσω μετ’ αὐτῆς ὅλον τὸν πόδα. τούτων τῶν τεττάρων δύο μὲν ἴσοι πώς εἰσι κατὰ τὸ πάχος, ἐξ ὧν συνιόντων ὁ καταφυόμενος εἰς τὴν πτέρναν ἐλέχθη γεννᾶσθαι τένων. ὁ δ’ ὑψηλοτέραν τε καὶ σαρκοειδῆ τὴν εἰς αὐτὴν κατάφυσιν λαχὼν ἥμισύ πως μέρος ἐστὶν ἑκατέρου τῶνδε, πελιδνὸς ὢν τὴν χρόαν· ὁ δὲ τὸν ὑποφυόμενον τῷ ποδὶ γεννῶν τένοντα τρίτον πως μέρος ἐστὶν αὐτῶν, τῶν δ’ ὑπολοίπων τριῶν μυῶν τῶν ὄπισθεν· ὁ μὲν τῷ τῆς περόνης ὀστῷ παραφυόμενος ἐκ τῶν ταύτης μερῶν, ὅσπερ καὶ μείζων ἐστὶν εἰς εὔρωστόν πως τελευτήσας τένοντα μεταξὺ τοῦ τῆς πτέρνης ὀστοῦ καὶ τοῦ τῆς κνήμης πέρατος ἐπὶ τὰ κάτω τοῦ ποδὸς διεξέρχεται. παράκειται δ’ αὐτῷ κατὰ τοῦτο καὶ συνδιεξέρχεται κάτω τοῦ ποδὸς ἕτερος τένων ἀπὸ μυὸς γενόμενος
1017
ἐκ τῆς κνήμης ἐκπεφυκότος. οὗτοι μὲν οὖν οἱ δύο τένοντες εἰς τοὺς δακτύλους ἐμφύονται τοῦ ποδὸς ὁ μὲν πρότερος εἴς τε τὸν μέσον καὶ τὸν παράμεσον, ὁ δὲ δεύτερος εἴς τε τὸν μικρὸν καὶ τὸν οἷον λιχανόν. ὁ γὰρ μέγας δάκτυλος μόνος τῶν ἄλλων παρ’ ἀμφοτέρων ἀπόφυσιν λαμβάνει οὐ δυοῖν τενόντων εἰς αὐτὸν ἐμβαλλόντων, ἀλλ’ ἑνὸς ἐξ ἀμφοῖν γεννηθέντος. ἐνίοτε δὲ τοῦτο καὶ τῷ μέσῳ συμβαίνει δακτύλῳ. ἄλλος δέ τις τένων ἐξ ἑτέρου μυὸς μέσου τῶν εἰρημένων καταφερομένου τὴν ἔκφυσιν ἔχων μετὰ τὸ πλησίον ἀφικέσθαι τῆς πτέρνης ἀποχωρεῖ μόνος ἐπὶ τὰ πρόσω κατά τινος χώρας ἡρέμα κοῖλος ἐστηριγμένος ἐν τῇ τῆς κνήμης ἐπιφύσει κάτωθεν, εἶτα ἐντεῦθεν ἐπιστρεφόμενος αὖθις εἰς τὰ κάτω τοῦ ποδὸς κατ’ αὐτὸν μάλιστα τὸν ταρσὸν ἐμφύεται πλατυνόμενος ὡς πρὸς τὰ τοῦ μεγάλου δακτύλου μέρη μᾶλλον, ὀπίσω τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπιστρέφων ἠρέμα τὸν πόδα, καθάπερ οἱ εἰς τὴν πτέρναν ἐμβάλλοντες ὀπίσω τε ἅμα καὶ πρὸς τοὐκτὸς ἀπῆγον τὸν πόδα. καὶ δόξειεν ἂν ὁ μῦς οὗτος μέρος εἶναι τοῦ προειρημένου μυὸς, ὃν εἴς τε τὸν μικρὸν δάκτυλον καὶ τὸν οἷον λιχανὸν ἔλεγον ἐμφύεσθαι
1018
μέρος μικρὸν τοῦ προειρημένου τένοντος εἰς τὴν προειρημένην ἐμφύεται τοῦ μεγάλου δακτύλου φάλαγγα λοξὴν ἔκτασιν ἀτρέμα πρὸς τοὐκτὸς ἐργαζόμενον αὐτοῦ, αἱ δὲ ἄνωθεν ἐκφύσεις ὧδε ἔχουσι. τοῦ μὲν εἰς τοὺς δύο μέσους ἀφικνουμένου δακτύλου ἡ ἔκφυσις ἐκ τοῦ τῆς πτέρνης ἐστὶν ὀστοῦ κατὰ μῆκος ὅλης ἐκ τῶν ἄνω μερῶν ἀπὸ τῆς ἄνωθεν κορυφῆς ἄχρι τοῦ κάτω πέρατος. καὶ ἔστιν ἡ τοῦ τρίτου τῶν εἰς τὴν πτέρναν ἐμφυομένων μυῶν ἀρχὴ παρακειμένη τε καὶ ὑπερκειμένη τούτου κατὰ τὸ ὄπισθέν τε καὶ ἔνδον μᾶλλον· οὗτος γὰρ τὴν ἔκφυσιν ἔχει κατὰ τὰ ἔξω μᾶλλον τοῦ σκέλους. ἡ δὲ θατέρου μυὸς ἀρχὴ τοῦ τὸν μικρόν τε καὶ οἷον λιχανὸν κάμπτοντος ἐκ τῶν ὀπίσω τῆς κνήμης μερῶν ἐστι κατὰ τὴν κεφαλήν. ἔστι δὲ τῷ πάχει σχεδὸν ἥμισυς ὁ μῦς οὗτος τοῦ τοὺς μέσους δακτύλους κάμπτοντος, ὁ δὲ τρίτος μῦς ὁ τούτου μέρος νομιζόμενος, ὁ εἰς τὸν ταρσὸν ἐμβάλλων τοῦ ποδὸς οὐ δυνάμενος ὀφθῆναι πρὶν τούτους ἀνατμηθῆναι, κατείληφε τὴν μεταξὺ χώραν κνήμης τε καὶ περόνης ἀμφοτέροις τοῖς ὀστοῖς παραφυόμενος ἄνωθεν κάτω
1019
κατὰ τὸ μῆκος. ἔστι δὲ αὐτοῦ καὶ ἡ κορυφὴ κατὰ τὴν κεφαλὴν τῆς κνήμης εἰ συμβάλλει τῇ περόνῃ καὶ ὁ ἀποφυόμενος τένων σαφὴς ὑπάρχει καὶ πρὸ τῶν σφυρῶν ἐνταῦθα μὲν σφίγγονται δι’ ἐγκαρσίου συνδέσμου ῥωμαλέου συνδέοντος τὴν πτέρναν τῇ κνήμῃ. οἱ μὲν οὖν ὄπισθεν μύες τῆς κνήμης οὕτως ἔχουσιν, οἱ δὲ ἔμπροσθεν ὅσον μὲν ἐπὶ ταῖς πρώταις ἐκφύσεσι συνίημεν ἂν εἰκότως τρεῖς ἐνομίσθησαν ἐνίοις τῶν ἀνατομικῶν. ἄμεινον δ’ αὐτοὺς ἑπτὰ τίθεσθαι, καθάπερ ἀποδείκνυνται διὰ τῶν ἀνατομικῶν ἐγχειρήσεων. ὁ μὲν οὖν ἀνατείνων ὅλον τὸν πόδα καὶ καταφυόμενος εἰς τὸν ταρσὸν, ὅσπερ καὶ μέγιστός ἐστι τῶν προσθίων μυῶν ἄρχεται μὲν ἐκ τῶν ἔξω μερῶν τῆς κνήμης ἀπ’ αὐτῆς τῆς κεφαλῆς, ὅλη δὲ αὐτῇ κατὰ μῆκος περιφύεται. ὁ δὲ παρακείμενος αὐτῷ καὶ μέρος αὐτοῦ νομιζόμενος εἶναι τὴν μὲν αὐτὴν ἔκφυσιν πεποίηται τὸ ἄνω, τῷ δ’ ἄλλῳ παντὶ κατὰ τοῦ προειρημένου μυὸς ἔξωθεν ἐπιβέβληται, μὴ καθαπτόμενος μηδαμόθεν τῆς κνήμης. οὗτος ὁ μῦς εἰς
1020
τὸ πρῶτον ὀστοῦν ἐμφύεται τοῦ μεγάλου δακτύλου ἀνατείνων αὐτὸν ἀτρέμα λοξόν· ἐφεξῆς δὲ τούτων ἐστὶν ἀπονεύρωσις εἰς ὅλον τὸν μέγαν δάκτυλον ἐμβάλλουσα κατὰ μῆκος, ὑφ’ ἧς ἐκτείνεται. ποιεῖται δὲ τὴν ἔκφυσιν ὁ τῆς ἀπονευρώσεως ταύτης μῦς ἰσχνὸς ὢν ἱκανῶς ἐκ τῆς μεταξὺ χώρας κνήμης τε καὶ περόνης ἀμφοτέρων ἀντιλαμβανόμενος τῶν ὀστῶν. ὅταν δὲ ἐγγὺς ᾖ τῷ μεγάλῳ δακτύλῳ σύνδεσμόν τινα διεξέρχεται τοιαύτην ἔχοντα χρείαν, οἵαν ἐπὶ τῶν ἁρμάτων οἱ κυκλίσκοι, δι’ ὧν τὰς ἡνίας διεκβάλλουσι καὶ δύναιτ’ ἄν τις τοὺς τρεῖς μῦς τούτους ἕνα νομίζειν, ὁ δὲ μετ’ αὐτὸν ὁ τοὺς δακτύλους ἐκτείνων, ἄρχεταί τε ἀπὸ τῆς κεφαλῆς τῆς περόνης καθὰ συνάπτεται τῇ κνήμῃ καὶ συμπάσῃ παραπέφυκεν αὐτῇ μακρὸς πάντων, μέσος κείμενος τῶν ἔμπροσθεν μυῶν. ἡ δὲ ἄνωθεν ἔκφυσις ἡ πρώτη τοῦ μυὸς τούτου σύνδεσμός ἐστιν ἐκ τῶν δεξιῶν μερῶν τῆς κνήμης ἐκπεφυκὼς παρ’ αὐτὴν ἀκριβῶς τὴν κεφαλὴν τῆς περόνης, μετὰ δὲ τούτους τρεῖς ἄλλοι μύες εἰσὶν ἐκ τοῦ τῆς περόνης ὀστοῦ τὴν ἔκφυσιν ἔχοντες· εἶς μὲν τὸν μέγαν δάκτυλον κάμπτων
1021
τοῦ ποδὸς, ἕτερος δὲ ἰσχνὸς τὸν μικρὸν ἑκτὸς ἀπάγων, ὁ δὲ τρίτος ἀνατείνων ὅλον τὸν πόδα. τὴν δὲ ἔκρυσιν ὁ μὲν πρῶτος ῥηθεὶς ἐξ αὐτῆς τῆς κεφαλῆς ἔχει τῆς περόνης ἐπιπολῆς ἐπὶ τῷ δέρματι τεταμένος· ἀφικνεῖται δ’ ἐντεῦθεν ὡς ἐπὶ τὴν πρὸ τοῦ μικροῦ δακτύλου χώραν τοῦ ποδὸς παρεχόμενος ἐκ τῶν ἔξω μερῶν τὸν ἀστράγαλον, ἵνα περ καὶ τελευτήσας εἰς τένοντα στρογγύλον διὰ τῶν κάτω μερῶν τοῦ ποδὸς ἐπὶ τὸ πρῶτον ἄρθρον ἀφικνεῖται τοῦ μεγάλου δακτύλου. ἔνθα δὴ τούτου τοῦ μυὸς ἔκφυσις παύεται τοῦ δευτέρου τῶν εἰρημένων μυῶν ἐστιν ἡ κεφαλὴ καὶ οὐ μετὰ πολύ γε τῆς ἀρχῆς ὁ μῦς οὗτος εἰς τένοντα τελευτᾷ στρογγύλον, ἰσχνὸς ὑπάρχων ὅλος. ἐφεξῆς δ’ αὐτῶν σχεδὸν ἤδη πλησίον ἐστὶ τὸ μέσον τῆς περόνης. ὅθεν ὁ τρίτος ἐκφύεται μῦς ὁ σείων τὸν πόδα, καθήκει τε καὶ οὗτος ἐπὶ τὰ ἐκτὸς μέρη τὰ παρὰ τὸν σφυρὸν καὶ τὸν ἀστράγαλον εἰς τένοντα τελευτῶν ἕνα καταφυόμενον εἰς τὸ προτεταγμένον ὀστοῦν τοῦ μικροῦ δακτύλου. δισχιδὴς δ’ οὗτος κατὰ τὴν ἔκφυσιν γίνεται τοὐπίπαν ἀνίσοις μέρεσι καὶ διεξέρχεταί τε αὐτὸν μέσος ὁ τὸν μικρὸν δάκτυλον ἐκτὸς ἀπάγων. οἱ τρεῖς
1022
οὗτοι μύες εἶς ἐνομίσθησαν ἐνίοις διὰ τὴν κοινωνίαν τῆς πρώτης ἐκφύσεως· τούτων τῶν ἑπτά μυῶν μέγιστος μέν ἐστι καὶ παχύτατος ὁ πρῶτος εἰρημένος. ἴσοι δέ πως ἀλλήλοις ὁ δεύτερος καὶ ὁ πέμπτος ἄμφω καθήκοντες εἰς τὴν ἀρχὴν τοῦ πρώτου κατὰ τὸν μέγαν δάκτυλον ὀστοῦ· ὁ μὲν δεύτερος ἐκ τῶν ἄνωθέν τε καὶ ἔσωθεν τοῦ ποδὸς, ὁ δὲ πέμπτος ἐκ τῶν ὑποκάτω μερῶν· μετὰ δὲ τοὺς εἰρημένους ὅ τε μέσος ἁπάντων ὁ τοὺς δακτύλους ἐκτείνων καὶ ὁ ὕστατος εἰρημένος ὁ τὴν διάρθρωσιν κινῶν ὅλην. ἴσοι μέν πώς εἰσι τὸ πάχος, οὐκ ἴσοι δὲ τὸ μῆκος, ἀλλ’ ὁ τοὺς δακτύλους ἐκτείνων μακρότερος. λοιποὶ δὲ δύο μύες ὁ μικρὸς, ὅ τε τρίτος εἰρημένον ἐπὶ τὸν μέγαν δάκτυλον ὅλον καθήκων ἄνωθεν καὶ ὁ ἕκτος ἐπὶ τὸν μικρὸν ἔξωθεν, οὐδ’ αὐτοὶ κατὰ τὸ πάχος αὐτοῖς ὑπάρχουσιν ἴσοι· ἀλλ’ ἔστιν ὁ ἐπὶ τὸν μέγαν καθήκων δάκτυλον τριπλάσιος καὶ τετραπλάσιος τὸ πάχος· πάνυ γὰρ ἰσχνός ἐστιν ὁ ἐπὶ τὸν μικρὸν καθήκων δάκτυλον, τῷ μήκει δὲ ἴσοι ἀλλήλοις πως τυγχάνουσιν ὄντες. ἐν τούτοις
1023
μὲν οὖν πᾶσι τοῖς μυσὶν, εἰ καὶ παραλέλειπον τοῖς ἀνατομικοῖς ἀνδράσι καὶ ψεῦδος εἴρηται παρεωραμένον, ἀλλ’ οὐ τί γε μῦς ὅλως ὑπ’ αὐτῶν παρῶπται. τὸν δὲ κατὰ τὴν ἰγνύαν μῦν οὐκ οἶδ’ ὅπως ἅπαντες παρέλιπεν ὄντα μὲν τῷ μήκει βραχὺν, οὐ μὴν ἄῤῥωστόν γε καὶ μάλιστα κατὰ τὴν κεφαλὴν, ἥτις ἐστὶ σύνδεσμος ἰσχυρότατος ἐκφυόμενος τοῦ ἔξω κονδύλου τοῦ μηροῦ. κατακρύπτει δὲ αὐτὸν ἥ τε διάρθρωσις αὕτη καὶ ὁ σύνδεσμος ὁ παρατεταμένος ἔξωθεν ἐκ τοῦ μηροῦ εἰς τὴν κνήμην. ἔστι δὲ ἀτρέμα πως λοξὸς ὁ μῦς οὗτος· καὶ διὰ τοῦτο καὶ τὴν τῆς κνήμης καμπὴν οὐκ ἀκριβῶς εὐθεῖαν, ἀλλ’ ἐκκλίνουσαν ἠρέμα πρὸς τοὐκτὸς ἐργάζεται. πεντεκαιδέκατος οὗτος ἡμῖν ἀριθμείσθω μῦς τῶν κατὰ τὴν κνήμην ἔσχατος εἰρημένος ἐν τοῖς κινοῦσι τὴν κατὰ γόνυ διάρθρωσιν.

Περὶ τῶν ἐν τῷ ποδί.

Οὐχ ὥσπερ ἐν ἄκρᾳ τῇ χειρὶ δύο γένη μυῶν ἐστι μόνον κατὰ τὸ ἔνδον αὐτῆς ἑκάτερον κείμενον, οὕτως ἔχει κἀπὶ

1024
τοῦ ποδός. ἀλλ’ οἱ μὲν ὅλους τοὺς δακτύλους τὴν λοξὴν κίνησιν κινοῦντες ἑπτὰ τὸν ἀριθμὸν ὄντες ὁμοίαν ἔχουσι θέσιν, ἀνάλογον δὲ καὶ οἱ τὸ πρῶτον ἄρθρον ἑκάστου δακτύλου. δύο δὲ ἄλλα πρὸς τούτοις ἐστὶ γένη μυῶν ἐν ποσί· τὸ μὲν ἑτέρῳ ἄνωθεν ἐπικείμενον τῷ ταρσῷ, τὸ δ’ ἕτερον ὑποβεβλημένον ὁμοίως κάτωθεν. οἱ μὲν οὖν ἄνωθεν τοὺς δακτύλους κινοῦσι λοξὴν κίνησιν, ὁποίαν τοὺς ἐν ταῖς χερσὶν ἐκείνων, οἱ ἐκ τοῦ πήχεως καθήκοντες, οἱ κάτωθεν δὲ τὸ δεύτερον ἄρθρον ἑκάστου τῶν δακτύλων κάμπτουσι.