De musculorum dissectione ad tirones

Galen

Galen, De musculorum dissectione ad tirones

Περὶ τῶν τοῦ αἰδοίου.

Δύο μὲν ἔχει πάνυ λοξοὺς καὶ μικροὺς μῦς τὸ αἰδοῖον εἰς τὴν ἔκφυσιν ἐμβάλλοντας αὐτοῦ, δύο δὲ ἄλλους συμφυεῖς ἢ ἕνα διφυῆ σαρκώδη, κατώθεν μὲν ὑποκειμένους αὐτῷ

999
μᾶλλον οὐ μὴν ἀλλὰ καὶ περιλαμβάνοντας ἐν κύκλῳ. τούτων μὲν οὖν εἰς οὐδὲν σαφῶς ὀστοῦν ἀνήκουσιν αἱ κεφαλαὶ, τῶν δ’ ἄλλων δυοῖν εἰς τὰ τῆς ἥβης ὀστᾶ ὀνομαζόμενα, δύνανται δὲ ἅπαντες οἱ προειρημένοι τέσσαρες μύες, τό τ’ ἀῤῥεπὲς ἐν ταῖς ἐκτάσεσι παρέχειν τῷ αἰδοίῳ καὶ τὰς ἐν τῷ διασείειν τε καὶ ἀνασείειν αὐτοῦ κινήσεις.

Περὶ τῶν κατὰ τὴν ἕδραν.

Αὐτὸ μὲν τὸ ἐξωτάτω πέρας τῆς κεφαλῆς συγκεκραμένον ἔχει τῷ δέρματι μῦν, ὡς ἤτοι γε δερματώδη μῦν εἰπεῖν ἢ σαρκῶδες δέρμα καὶ μάλιστα τοῦθ’ εὑρεῖν ἐστιν ἐν τοῖς πρόσω μέρεσιν. ἄλλος δὲ μῦς ἀκριβῶς στρογγύλος, ἐγκάρσιος περιβέβληται τῇ ἕδρᾳ κλείων αὐτὴν ἀκριβῶς καὶ ἰσχυρῶς εἰ ταθείη. κατὰ μὲν τὸ σῶμα μέσον ἑαυτοῦ ψαύων τοῦ καλουμένου κοκκύδος, ἑκατέρωθεν δὲ εἰς τὴν ἔκφυσιν τοῦ αἰδοίου τελευτῶν, λοιποὶ δὲ δύο μύες ὑμενώδεις ὄντες ἐκφύονται μὲν ἐκ τῶν ἔνδον μερῶν τῶν τε τῆς ἥβης ὀστῶν

1000
καὶ τοῦ καλουμένου πλατέος ὀστοῦ. καταφύονται δ’ ἑκατέρωθεν εἷς λοξοὶ τείνοντες ἄνω τὴν ἕδραν, εὐθὺς δὲ καὶ τὴν ἔκφυσιν τοῦ αἰδοίου συνανασπῶσιν οἱ αὐτοὶ μύες.

Περὶ τῶν τὴν κατὰ τὸ ἰσχίον διάρθρωσιν κινούντων μυῶν.

Δέκα μένουσι μύες οἱ τὴν κατ’ ἰσχίον διάρθρωσιν κινοῦντες, ἐσφάλησαν δὲ οὐ μικρὰ περὶ αὐτοὺς οἵ τε ἄλλοι τῶν ἀνατομικῶν ἀνδρῶν καὶ ὁ τοῦ Κοΐντου μαθητὴς Λύκος πέντε νομίζων ὑπάρχειν αὐτούς· ἔσωθεν μὲν τρεῖς, ἔξωθεν δὲ δύο, τῶν δ’ ἄλλων πέντε παρέλιπε μὲν τρεῖς, ὑπήλλαξε δὲ δύο, τήν τε ἐνέργειαν ἀγνοήσας αὐτῶν καὶ τῇ θέσει μόνῃ προσέχων· ἅμα γὰρ τοῖς ἄλλοις ἅπασι τοῖς κινοῦσι τὴν κατὰ γόνυ διάρθρωσιν ἐπίκεινται τῷ μηρῷ. ἔχει δ’ οὐχ ὡς ὁ Λύκος οἴεται τἀληθὲς, ἀλλ’ ὡς ἡμεῖς ἐροῦμεν. ὁ μὲν ἕτερος αὐτῶν, ὅσπερ καὶ μέγιστός ἐστιν ἁπάντων τῶν ἐντεῦθεν μυῶν, εἴσω τε καὶ ὀπίσω προσάγει τὸν μηρὸν, ὁ

1001
δ’ ἕτερος εἴσω μέν τι βραχὺ καὶ τὴν κνήμην κινεῖ. τὸ πλεῖστον δὲ σύμπαντα τὸν μηρὸν, ὥστε λοιποὺς εἶναι τοὺς μόνην κινοῦντας τὴν κνήμην ὀκτώ. εἰ δέ τις βούλεται σαφῶς θεάσασθαι τοὺς τὴν κατ’ ἰσχίον διάρθρωσιν κινοῦντας μῦς, ἀφελεῖν χρὴ προτέρους τοὺς περὶ τὸν μηρὸν ἅπαντας, ὑφ’ ὧν ἡ κνήμη κινεῖται. ἐπεὶ δὲ ἡ τάξις τῆς θέσεως ἐπὶ τοὺς κατ’ ἰσχίον ἡμᾶς ἄγει προτέρους, ἐντεῦθεν ἄρξομαι τοῦ λόγου. τῆς ψόας οὐ μικροῦ τινος οὔσης μυὸς, ἀρχομένης δὲ ἀπὸ τῆς ἑνδεκάτης τοῦ θώρακος πλευρᾶς, ἡ μὲν ἔνδον μοῖρα δι’ εὐρώστου συνδέσμου καταφύεται τῷ κατ’ ἰσχίον ἔσωθεν μέρει, καθ’ ὃν μάλιστα τόπον ἄρχεται μὲν τὸ καλούμενον ἥβης ὀστοῦν, παύεται δὲ τὸ τῆς λαγόνος, ἡ δ’ ἔξωθεν εἰς τὴν ἀρχὴν καταφύεται τοῦ τῆς λαγόνος ὀστοῦ, τὸ δὲ ὑπόλοιπον ἅπαν τῆς ψόας τοῖς ἔνδον μέρεσι τοῦ τῆς λαγόνος ὀστοῦ παραφερόμενον ἄρχεταί τινα καὶ ἐξ ἐκείνου συχνὴν ἔμφυσιν σαρκώδη· κἄπειτα ἄμφω μία γενομένη δι’ εὐρώστου τένοντος ἀτρέμα πλατέως ἐμφύεται τῷ μικρῷ τοῦ μηροῦ τροχαντῆρι τὸ περιφερὲς ἅπαν αὐτοῦ κατειληφώς.
1002
οὗτος ὁ μῦς κάμπτει τε ἅμα καὶ πρὸς τοὐκτὸς μᾶλλον ἐπιστρέφει τὸν ὅλον μηρὸν τῷ προειρημένῳ τροχαντηρίῳ τῷ μικρῷ καὶ ἕτερός τις ἐμφύεται μῦς μικρὸς ἀπὸ τῆς βάσεως ἀρχόμενος τοῦ κατ’ ἰσχίον ὀστοῦ παρὰ τὸ ψιλὸν καὶ ἄσαρκον τῆς πυγῆς τοῦ πιθήκου, πελιδνὸς τὴν χρόαν. ὁ τένων δ’ αὐτοῦ παραπλήσιος ὑπάρχων τοῖς προειρημένοις τὸ κάτω μέρος ἅπαν κατείληφε τοῦ μικροῦ τροχαντῆρος ἐπιλαμβάνων τι καὶ τῶν ἔνδον αὐτοῦ. ταπεινῆς προσαγωγῆς ὁ μῦς οὗτός ἐστιν αἴτιος οὐ δυνάμενος ὀφθῆναι πρὶν ἀφαιρεθῆναι τὸν μέγιστον τῶν κατὰ τὸν μηρὸν μυῶν, ὅστις ἐπίκειται μὲν ἅπαντι τῷ τῆς ἥβης ὀστῷ συνεπιλαμβάνων τι καὶ τῶν ἰσχίων ἐκ πλαγίων τε ἅμα καὶ κάτωθεν ἄχρι τοῦ ψιλοῦ καὶ ἀσάρκου. καταφύεται δὲ εἰς ὅλον κύκλῳ τὸν μηρὸν σαρκώδεσι λαβαῖς ἀντεχόμενος αὐτοῦ. ταῖς μὲν ἐκ τῶν κάτω μερῶν τῶν παρὰ τὸ ψιλὸν καὶ ἄσαρκον ἐκφυομέναις ἰσὶν, αἷς ἐγγὺς τῆς κατὰ γόνυ διαρθρώσεως ἐξικνεῖται, πρὸς τοὐπίσω μᾶλλον ἀπάγων τὸν μηρὸν ἅμα τῷ
1003
προσάγειν ἀτρέμα πρὸς τὸν ἕτερον μηρόν· ταῖς δὲ ὑψηλοτέραις τούτων προσάγων μόνον, ταῖς δὲ ὑψηλοτάταις ἄνωθεν μὲν ἀρχομέναις, εἰς δὲ τὰ πρῶτα μέρη τοῦ μηροῦ καταφυομέναις προσάγων τε ἅμα καὶ ἀνατείνων αὐτόν. ἀνατεινομένου δὲ τούτου τοῦ μυὸς ὁ προειρημένος ὁ πελιδνὸς ἐναργῶς φαίνεται· καί τινες ἕτεραι περιγραφαὶ μυῶν οὐκ ἐναργεῖς, ἐνίοτε μὲν δυοῖν, ἐνίοτε δὲ τριῶν οὓς ἄν τις ἐν τοῖς μυσὶν ἀριθμῇ, πλείονας ἐρεῖ τῶν δέκα τοὺς κινοῦντας εἶναι τὴν κατ’ ἰσχίον διάρθρωσιν. ἐκ δὲ τῶν ὀπίσω μερῶν τῶν κατὰ τὴν πυγὴν πρῶτος μέν ἐστιν ὁ ἐπιπολῆς μῦς ἀνάλογον ἔχων τῷ τὴν ἐπωμίδα κατειληφότι κατά τε τὴν θέσιν καὶ τὴν χρείαν. ἐκτείνει γὰρ ἀκριβῶς τὸν μηρὸν ἐπισπώμενος εἰς τοὐπίσω. τῶν δὲ ἄνωθεν ἐκφύσεων αὐτοῦ δύο μέν εἰσι σαρκώδεις, ὑμενώδης δὲ μία. τῶν σαρκωδῶν δὲ ἡ μὲν μείζων ἄρχεται ἐκ τῆς ὀρθίας ῥάχεως τοῦ τῆς λαγόνος ὀστοῦ, ἡ δὲ ἐλάττων ἐκ δυοῖν ὀστοῖν ἰσχίου τε καὶ τοῦ καλουμένου κόκκυγος, τὸ μέσον δὲ τούτων ὑψηλὸν ὑμενώδεις ἅπαντες. οὗτος ὁ μῦς περιλαμβάνει τὸ ὀπίσθιον
1004
τῆς κεφαλῆς τοῦ μηροῦ καὶ βραχύ τι προελθὼν ἀπ’ αὐτῆς εἰς τένοντα πλατὺν τελευτήσας κατάντη φύεται τοῖς ὀπισθίοις μέρεσι τοῦ μηροῦ. παρακείμενος ἀκριβῶς ἐνταῦθα καὶ συμφυόμενος τῇ ἐκφύσει τοῦ πλατεῖάν τε καὶ σαρκώδη τὴν ἀπονεύρωσιν ἔχοντος μυὸς, ὃς εἰς τὰ τῆς κνήμης ἔξω καταφυόμενος μέρη τὴν κατὰ γόνυ διάρθρωσιν ἐπιστρέφει πρὸς τοὐκτός. οὐδὲ ἐστιν ἀκριβῶς θεάσασθαι τὴν προειρημένην τοῦ κατ’ ἰσχίον μυὸς ἔμφυσιν, εἰ μὴ τοῦτόν τις τὸν μῦν ἀνατέμῃ πρότερον. ἔστι δὲ αὐτοῦ καὶ ἑτέρα τις ἀπόφυσις σαρκώδης ἐπὶ τὸν μηρὸν καθήκουσα μεταξὺ τῶν δύο τῶν προσθίων μυῶν, ἐπιφυομένη τέ πως αὐτοῖς καὶ ὑμενώδους τένοντος ἐκπεφυκότος ἐξ ἁπάντων τῶν κάτω μερῶν αὐτοῦ περιλαμβάνουσα τοὺς προσθίους μῦς ἄχρι τοῦ γόνατος. δεύτερος δὲ ὑπὸ τῷ προειρημένῳ μυὶ τῆς ἐπιπολῆς, ἕτερός ἐστι μῦς ἱκανῶς παχὺς καὶ σαρκώδης ἐξ ἁπάντων σχεδόν τι τῶν ἔξωθεν μερῶν ἐκφυόμενος τοῦ τῆς ἥβης καὶ λαγόνος ὀστοῦ. συνεπιφυόμενος δὲ καὶ τῷ τῶν κάτω τοῦ
1005
πλατέος ὀστοῦ μερῶν μυὶ μέχρι τοῦ κόκκυγος. κατὰ μὲν τὸ τῆς λαγόνος ὀστοῦν ὑπόκειται τῷ προειρημένῳ μυὶ, τὸ δὲ ἄνω μέρος αὐτοῦ τὸ πρὸς τὴν ὀσφὺν ἀνατεινόμενον ὑπὸ τῷ δέρματι τέτακται, περιπεφυκυίας αὐτῷ τῆς λεχθείσης ὑμενώδους ἀρχῆς ἐκείνου τοῦ μυός. οὗτος ὁ μῦς εἰς τένοντα πλατὺν εὔρωστον τελευτῶν ἐμφύεται τῇ κορυφῇ πάσῃ τοῦ μεγάλου τροχαντῆρος, ἐκτείνων τε ἅμα τὸν ὅλον μηρὸν καὶ πρὸς τὴν ἐκτὸς χώραν ἐπισπώμενος αὐτοῦ τὴν κεφαλήν. ὑποφύεται δὲ αὐτῷ μῦς ἕτερος πελιδνὸς τὴν χρόαν ἐκ μὲν τῶν ἔνδον μερῶν ἐκφυόμενος τοῦ πλατέος ὀστοῦ, τὴν δὲ ἀπονεύρωσιν συμφυῆ ποιούμενος τῇ προειρημένῃ τοῦ μεγάλου μυὸς ἀπονευρώσει. ἀλλ’ ἐκείνη μὲν ἐπὶ τὰ πρόσω τῆς κεφαλῆς ὑπερβαίνει τοῦ τροχαντῆρος. αὕτη δὲ ἐκ τῶν ὄπισθεν ἐκείνης ἐστὶν ἄχρι τε τῆς κορυφῆς ἀνιοῦσα τοῦ τροχαντῆρος καὶ συνεπιλαμβάνουσά τι καὶ τῆς ἔνδον χώρας. οὗτος ὁ μῦς ἀνατείνει τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπισπᾶται τὴν κεφαλὴν τοῦ μηροῦ· καὶ ἄλλος δέ τις μῦς μικρὸς καὶ
1006
παχὺς ἐκ τῶν ἔξω τε καὶ κάτω μερῶν τοῦ τῆς λαγόνος ὀστοῦ καὶ τοῦ κατ’ ἰσχίον τὴν ἔκφυσιν ποιησάμενος ὑποφύεται τῷ προειρημένῳ μεγάλῳ μυὶ τελευτῶν καὶ αὐτὸς εἰς εὔρωστον τένοντα πλατὺν ἐμφυόμενος τοῖς ἐντὸς μέρεσι τῆς πρώτης ἐκφύσεως τοῦ μεγάλου τροχαντῆρος ἄχρι τοῦ γλουτοῦ. οὗτος ὁ μῦς ἀνατείνει τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπιστρέφει τοῦ μηροῦ τὴν κεφαλὴν, ὑπόλοιποι δὲ δύο μύες εἰσὶ τῶν κινούντων τὸν μηρὸν εἰς τὴν ὀπισθίαν ἐμφυόμενοι κοιλότητα τοῦ μεγάλου τροχαντῆρος ἰσχυροῖς τένουσιν ἀτρέμα πλατέσιν. ἐκφύονται δὲ ἐκ τῶν τῆς ἥβης ὀστῶν ὅλων ὁ μὲν ἔσωθεν, ὁ δὲ ἔξωθεν καὶ ἔστιν ἡ τοῦ ἔσωθεν τροχαντῆρος κατάφυσις ὑψηλοτέρα, συνεχὴς δ’ ἐστὶ καὶ ἡ ἔξωθεν. οὗτοι οἱ μύες καὶ τὸ φυσικὸν τρῆμα κατειλήφασι τοῦ τῆς ἥβης ὀστοῦ τὸ μέσον ἔχοντες ἑαυτῶν ὑμενώδη σύνδεσμον. ὀπίσω δὲ εἰς ταὐτὸν ἀλλήλοις ἥκουσι παραφυόμενοι τῷ κατ’ ἰσχίον ὀστῷ σαρκώδεσι λαβαῖς. ἔργον τούτων τῶν μυῶν ἐστι περιστρέφειν τὴν κεφαλὴν τοῦ μηροῦ ἔσω μὲν ἅμα καὶ πρόσω
1007
τοῦ πρώτου μυὸς, ἔξω δὲ ἅμα καὶ ὀπίσω τοῦ λοιποῦ. δέκατος δὲ ἐπὶ τοῖς εἰρημένοις ἐστὶ μῦς ἐκ τῶν ἔνδον μερῶν τοῦ μηροῦ κείμενος, ὃν ἴσως μέν τις καὶ τὴν κνήμην φήσει κινεῖν, ἐναργέστατα μὲν ὅλον εἴσω προσάγει τὸν μηρόν. ὀλίγον δ’ ὕστερον ὁποῖός τίς ἐστι διηγήσομαι, μετὰ τῶν κινούντων τὴν κατὰ γόνυ διάρθρωσιν, ἐπειδὴ σὺν αὐτοῖς τέτακται.