De musculorum dissectione ad tirones

Galen

Galen, De musculorum dissectione ad tirones

Περὶ τῶν κατὰ τὰ πτερύγια τῆς ῥινὸς μυῶν.

Δύο δὲ ἄλλοι μύες μικροὶ παντάπασιν ἄρχεται μὲν καὶ αὐτοὶ μετὰ τὰ μῆλα, καταφύονται δὲ εἰς τὸ καθ’ ἑαυτὸν ἑκάτερος τῆς ῥινὸς πτερύγιον ἀνοιγνύντες αὐτήν. συστέλλεται δὲ ὑπ’ οὐδενὸς μυὸς ἡ ῥὶς, ἀλλ’ ὅταν οἱ προειρημένοι

932
μύες ἐνεργοῦντες παύσωνται, τὴν μέσην τηνικαῦτα κατάστασιν λαμβάνει. ἐπέκεινα δὲ αὐτῆς ὑπ’ οὐδενὸς ἀπάγεται μυὸς, ἀλλ’ ἐν ταῖς σφοδροτέραις εἰσπνοαῖς, τῇ ῥύμῃ τοῦ πνεύματος ἕπεται τὰ πτερύγια. κάτω μέντοι κατασπᾶται τοῖς χείλεσιν ἀκολουθοῦσα κατὰ προάρτησιν.