De musculorum dissectione ad tirones

Galen

Galen, De musculorum dissectione ad tirones

Περὶ τῶν κατὰ τὸ πρόσωπον μυῶν.

Οἱ μὲν δὴ τῶν χειλῶν μύες, οἵπερ δὴ καὶ ἀκριβῶς ἀναμίγνυνται τῷ τούτων δέρματι, τέσσαρές εἰσι τὸν ἀριθμὸν, ἐκ μὲν τῶν ἄνωθεν μερῶν εἷς ἑκατέρωθεν ἀπὸ τῶν μήλων

931
καταφερόμενοι λοξοὶ, ἐκ δὲ τῶν κάτωθεν ἀπὸ τῆς γένυος ἄκρας, ἵνα πέρ ἐστι τὸ καλούμενον γένειον εἷς. κἀνταῦθα καθ’ ἕτερον μέρος ὁ μὲν ἐκ τῶν δεξιῶν, ὁ δὲ ἐκ τῶν ἀριστερῶν. εἰ μὲν δὴ ἀμφότεροι ταθεῖεν οἱ ἄνω, ἀνασπᾶται τὸ ἄνω χεῖλος, εἰ δὲ ὁ ἕτερος μόνος, παρασπᾶται τὸ χεῖλος πρὸς ἐκεῖνον. οὕτω δὲ καὶ τῶν κάτωθεν ἀμφοῖν μὲν ταθέντων κατασπᾶται τὸ χεῖλος τὸ κάτω, θατέρου δὲ μόνον παρασπᾶται. περὶ δὲ τῆς εἰς τὰ πρόσω κινήσεως τῶν χειλῶν, ὑπὲρ ἧς οὐδὲ ἐπεμνήσθησαν ὅλως οἱ ἀνατομικοὶ, δι’ ἑτέρου λεχθήσεται γράμματος, ἐν ᾧ καὶ περὶ τῶν ἄλλων ἁπασῶν κινήσεων ἀπόρων διέξειμι.