De musculorum dissectione ad tirones

Galen

Galen, De musculorum dissectione ad tirones

Περὶ τῶν ὑπὸ ταῖς κλεισὶ μυῶν.

Ὑφ’ ἑκατέρᾳ κλειδὶ μῦς ὑπόκειται μηδὲ φανῆναι σαφῶς δυνάμενος πρὶν ἀρθῆναι τὴν κλεῖν. ἔστι δὲ σαρκώδης ὅλος ἑκάτερος αὐτῶν, εἰς ὀστᾶ δύο τὴν κεφαλὴν κατὰ φύσιν ἔχων· τήν τε κλεῖν αὐτὴν καὶ τὴν πρώτην τοῦ θώρακος

956
πλευρὰν τὴν μικρὰν, ἣν ἔνιοι κατακλεῖδα προσαγορεύουσι. τῇ μὲν οὖν κλειδὶ συμπέφυκε κατὰ τὰ πρὸς ἀκρώμιον ἀναφερόμενα μέρη, τὸ δὲ τῆς πλευρᾶς, ἵνα καὶ ὅπου συναρθροῦται τῷ στέρνῳ. περὶ τούτων τῶν μυῶν τῆς ἐνεργείας ἔνιοι μὲν ἀποροῦσι τῶν ἀνατομικῶν, ἔνιοι δὲ τὴν ὠμοπλάτην οἴονται προσαγορεύεσθαι, καθάπερ ὁ Λύκος ἐπί τε τῶν ἄλλων ζώων ὅσα κλεῖς οὐκ ἔχει· καὶ γὰρ καὶ νομίζει συμφύεσθαι τοὺς μῦς τῇ ἀγκυροειδεῖ τῆς ὠμοπλάτης ἀποφύσει μέγιστα σφαλλόμενος. ἐπὶ δὲ τῶν ἀνθρώπων καὶ τῶν κλεῖς ἐχόντων ζώων οὐδὲ τοῦτο δυνάμενος εἰπεῖν, τὴν ὡς συνδέσμου χρείαν αὐτοῖς ἀνατίθησιν· οὐ μὴν οὕτω γε ἔχει τὸ ἀληθὲς, ἀλλὰ καὶ οὗτοι οἱ μύες ὁμοίαν τοῖς μεσοπλευρίοις ὀνομαζομένοις μυσὶ τὴν ἐνέργειαν ἔχουσιν. ὥσπερ γὰρ ἐκείνων ἕκαστος ταῖς ἔξωθεν ἰσὶ πρὸς τὴν ὑψηλοτέραν πλευρὰν ἀνασπᾷ τὴν ταπεινοτέραν, οὕτω καὶ οἵδε πρὸς τὴν κλεῖν ἀνέλκουσι τὴν πρώτην πλευράν.

957