De musculorum dissectione ad tirones

Galen

Galen, De musculorum dissectione ad tirones

Περὶ τῶν ἐν ἄκρᾳ τῇ χειρὶ μυῶν.

Διττὰ μὲν γένη μυῶν ἐστιν ἐν ἄκρᾳ τῇ χειρὶ κατὰ τὰ ἔνδον αὐτῆς μέρη· μικροὶ μὲν πάντες ἐξ ἀνάγκης, ἀλλήλων

952
δὲ οὐκ ὀλίγον διαφέροντες, τά τε ἄλλα καὶ κατὰ τὸ μέγεθος. πέντε μὲν οὖν εἰσιν οἱ τῶν λοξῶν κινήσεων ἐπὶ τὸ ἔσω τε καὶ ἄνω κινοῦντες τοὺς δακτύλους, εἷς καθ’ ἕκαστον. ἕκτος δὲ ὁ τὸν ἀντίχειρα καλούμενον τὸν μέγαν προσάγων τῷ λιχανῷ. ὁ δὲ ἕβδομος ἀπάγει μέχρι πλείστου τὸν μικρὸν δάκτυλον ἀπὸ τῶν ἄλλων. τῶν μὲν οὖν ἐπὶ τὰ ἄνω καὶ ἔσω ὅλους τοὺς δακτύλους ἐκκλινόντων οἱ τέσσαρες μὲν ἐκ τῶν περιεχόντων ἀμφιεσμάτων τοὺς τένοντας, οἱ τὸ πρῶτόν τε καὶ τρίτον ἄρθρον ἐλέχθησαν κάμπτειν ἀρχόμενοι, τελευτῶσιν εἰς λεπτὸν τένοντα μετρίως στρογγύλον ὅλῳ τῷ πλαγίῳ μέρει καθ’ ἕκαστον δάκτυλον παραπεφυκότες, δι’ οὗ δὴ κινοῦσιν αὐτοὺς τὴν εἰρημένην κίνησιν. ὁ δὲ πέμπτος ὁ τὸν μέγαν δάκτυλον ἀπάγων ἐπὶ πλεῖστον τοῦ λιχανοῦ τὴν κεφαλὴν ἀνηρτημένην ἔχων πρὸς τὸ πρῶτον ὀστοῦν τοῦ καρποῦ. τελευτήσας δὲ εἰς τένοντα ὁμοίως καὶ αὐτὸς τοῖς ἄλλοις λεπτὸν ὁμοίως καταφύεται τῷ μεγάλῳ δακτύλῳ καὶ τὴν αὐτὴν ἐργάζεται κίνησιν. ὁ δὲ προσάγων αὐτὸν τῷ
953
λιχανῷ τὴν ἐναντίαν ἔχων κίνησιν, τῷ δὲ λοξῷ ἴσως ἕλκει τὸν δάκτυλον ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν ἀνηρτημένην. εἰς τὸ πρὸ τοῦ μέσου δακτύλου μετακάρπιον. ὁμογενῆ δὲ τούτῳ κίνησιν ἔχει μῦς ἄλλος, ἐκφυόμενος μὲν ἐκ τοῦ πρώτου τῶν κατὰ τὸν καρπὸν ὀστῶν τοῦ ταπεινοῦ τὴν θέσιν, καταφυόμενος δὲ εἰς τὰ κάτω τοῦ μικροῦ δακτύλου κατὰ φύσιν ἐσχηματισμένης δηλονότι τῆς χειρὸς ἀπάγων αὐτὸν ἐπὶ πλεῖστον τοῦ παραμέσου· καὶ τοίνυν εἰκότως οὕτως καὶ τὸν μέγιστον ἀπάγων τοῦ λιχανοῦ μείζονές εἰσι πολὺ τῶν ἄλλων πέντε μυῶν ἀνηρτῆσθαι δεηθέντες εἰς τὸν καρπὸν ἕνεκεν τῆς ἐπὶ πολὺ κινήσεως. ἀρθέντων δ’ αὐτῶν ἅμα τοῖς τένουσιν ἅλλοι μύες ἐν τῷ μετακαρπίῳ κείμενοι φανοῦνταί σοι τοῖς τε ἀνατομικοῖς ἀγνοηθέντες ἅπασι, κἀμοὶ δὲ μέχρι πολλοῦ, τὴν δ’ ἔκφυσιν ἔχοντες ἐκ τοῦ περιλαμβάνοντος συνδέσμου τὰ κατὰ τὸν καρπὸν ὀστᾶ· κατ’ ἐκεῖνο μάλιστα τὸ μέρος ἔνθα παύεται μὲν ὁ καρπὸς, ἄρχεται δὲ τὸ μετακάρπιον. ἐντεῦθεν δ’ ὁρμώμενοι πρὸς τὴν πρώτην διάρθρωσιν ἥκουσιν
954
ἑκάστου δακτύλου δύο καθ’ ἕκαστον ὄντες, ἐμφυόμενοί τε τῆς μέσης χώρας ἑκατέρωθεν, ὡς ἐπιλαμβάνειν τι καὶ τοῦ πλαγίου· καὶ διὰ τοῦτό γε αὐτὸ μετὰ παρεγκλίσεως τῆς εἰς τὸ πλάγιον ἑκάστου τῶν δακτύλων κάμπτουσι τὸ πρῶτον ἄρθρον, ὃ καὶ διὰ τοῦ περιέχοντος συνδέσμου τοὺς μεγάλους τένοντας ἔφην κάμπτεσθαι. κατὰ δὲ τὸν μέγαν δάκτυλον οὐκ ἴσος γ’ ἔστιν ὁ τῶν εἰρημένων μυῶν ἀριθμὸς τοῦ τὸν μέγαν δάκτυλον ἐπὶ πλεῖστον ἀπάγοντος τῶν ἄλλων· εἷς μὲν γάρ ἐστι μακρότερος καὶ καταφύεται τῷ δακτύλῳ, πλησίον τῆς δευτέρας διαρθρώσεως, οὐ πάνυ μὲν ἐκείνην σαφῶς κινῶν, τὴν πρώτην δὲ μᾶλλον. οἱ δ’ ἐφεξῆς αὐτοῦ δύο τὴν δευτέραν κάμπτουσι διάρθρωσιν, ὁ μὲν τοῦ προειρημένου τοῦ μείζονος ψαύων ἄνω ῥέπειν τὴν καμπτὴν ποιούμενος, ὁ δὲ μετ’ αὐτὸν ἐκκλίνων ἀτρέμα εἰς τὸ πλάγιον. ἁπάντων δὲ τῶν εἰρημένων ἕνδεκα μυῶν τῶνδε κοινόν ἐστιν ἔργον
955
τὴν πρὸς τὸν καρπὸν συνάρθρωσιν ἑκάστου τῶν κατὰ τὸ μετακάρπιον ὀστῶν κάμπτειν τοσοῦτον, ὅσον ἑκάστῃ πέφυκε κάμπτεσθαι. βραχύτατον δὲ τοῦτό ἐστι· συνήρθρωται γὰρ ἀλλήλοις τὰ κατὰ τοῦτο τὸ μέρος ὀστᾶ, καὶ οὐ καθάπερ τὰ τῶν δακτύλων διήρθρωται· διὰ τοῦτο δὲ καὶ ἡ τοῦ μεγάλου δακτύλου διάρθρωσις πρώτη ἐναργῆ τὴν κίνησιν ἔχειν. λεληθυῖαν δὲ καὶ τελέως ἀμυδρὰν ἡ τῶν τοῦ μετακάρπου πρὸς τὸν καρπὸν, ἐνίοτε μέντοι κατὰ τὸν μέγαν δάκτυλον οἱ δύο μόνοι φαίνονται μύες, ὁμοίως ἔχοντες τοῖς ἐπὶ τῶν ἄλλων. κἀκεῖνοι δὲ πολλάκις ἀλλήλοις δέ οὕτως εἰσὶ συμφυεῖς, ὡς ἕνα φαίνεσθαι καθ’ ἕκαστον δάκτυλον.