De musculorum dissectione ad tirones

Galen

Galen, De musculorum dissectione ad tirones

Περὶ τῶν τῆς τραχείας ἀρτηρίας μυῶν.

Τῆς τραχείας ἀρτηρίας τέσσαρές εἰσιν ἴδιοι μύες, συστέλλοντές τε καὶ στενοῦντες αὐτὴν, ἐπειδὰν ταθῶσιν ἀντισπῶντες καὶ τὸ ἰοειδὲς ὀστοῦν καὶ τὸν λάρυγγα. ἄρχονται δὲ αὐτῶν οἱ μὲν μείζους ἐκ τοῦ κάτω πέρατος τῆς εὐθείας γραμμῆς τοῦ ἰοειδοῦς, εἶτα κατὰ τὸ μῆκος ὅλης τῆς ἀρτηρίας ἐνεχθέντες ἐμφύονται τῷ στέρνῳ κατὰ τὰ ἔνδον μέρη. δόξειαν δ’ ἄν σοί ποτε καὶ διφυεῖς ὑπάρχειν οἱ δύο μύες οὗτοι· ἄλλοι δὲ δύο ἀπὸ τῶν πλαγίων περιλαμβάνονται καὶ κάτω μερῶν ἐκφυόμενοι τοῦ θυρεοειδοῦς χόνδρου τελευτῶσι καὶ οὗτοι πρὸς τὸ στέρνον ἐκ τῶν πλαγίων περιλαμβάνοντες

950
τὴν ἀρτηρίαν, μεμνημένων ἡμῶν ὡς ἐπὶ τῶν πιθήκων ἅπαντα λέγεται ταῦτα. περὶ δὲ τῆς τῶν ἄλλων ζώων πρὸς τούτους διαφορᾶς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται.