Περὶ τῶν τὴν κεφαλὴν κινούντων μυῶν.
Ἡ κεφαλὴ τὰς μὲν οἰκείας κινήσεις ἄνευ τοῦ τραχήλου κινεῖται βραχυτάτας τε ἅμα καὶ διττὰς ὑπαρχούσας κατὰ διττὰς διαρθρώσεις· τὰς μὲν ἑτέρας ἐφ’ ἑκάτερα περιστρεφομένη, τὰς δὲ ἑτέρας ἐπὶ νευόντων τε πρόσω καὶ ἀνανευόντων ὀπίσω. αἱ δὲ σὺν ὅλῳ τῷ τραχήλῳ κινήσεις αὐτῆς ἐπὶ πολύ τε γίνονται καὶ μετ’ ὀλίγον ὑπὲρ αὐτῶν δίειμι. νυνὶ δὲ περὶ τῶν οἰκείων αὐτῆς μυῶν εἰρήσεται. τῇ προειρημένῃ συζυγίᾳ τῶν ἰσχνῶν μυῶν, οὓς καὶ αὐτοὺς ἔφην ἀνασπᾷν τὴν ὠμοπλάτην ἐκ τοῦ κατ’ ἰνίου ὀστοῦ τῆς κεφαλῆς ἐκφυομένους ἐφεξῆς ἐστιν ἑτέρα τὴν ἔκφυσιν ἐγκαρσίαν τε ἅμα καὶ σαρκώδη καὶ πλατεῖαν ἄχρι τῶν ὤτων ἔχουσα. συνεκφύεται δὲ αὐτῇ τις ἑτέρα τὴν ἀρχὴν ἐκ τῆς ὑπ’ αὐτὸ τὸ οὖς χώρας πεποιημένη. αὗται δι’ ὅλου τοῦ τραχήλου πρὸς τὰ πρόσω φέρονται λοξαί· κατὰ μὲν τὴν πρώτην ἔκφυσιν μετρίως συμφυεῖς, ἐν δὲ τῷ μετὰ ταῦτα χωρίῳ ἀποχωροῦσι μᾶλλον καὶ διὰ τοῦτο καὶ δύο μύες δόξειεν
942
ἄν τις καὶ οὐχ εἷς ἑκατέρωθεν τοῦ τραχήλου. ἀμφοτέρων δὲ καὶ ἡ χρεία καὶ ἡ κίνησις καὶ ἡ τῶν ἰνῶν θέσις ὁμοία. διαφέρουσι δὲ ἑνὶ μόνῳ τῷ τὰς μὲν τοῦ προτέρου μυὸς ἶνας ἀπὸ τῆς πρώτης ἐκφύσεως, σαρκοειδεῖς ὑπαρχούσας ἄχρι παντὸς τοιαύτας μενούσας εἰς τὸ τῆς κλειδὸς ὀστοῦν καταφέρεσθαι. τὰ δὲ τοῦ δευτέρου καὶ οἷον σύνδεσμον ἔχειν τὴν ἀρχὴν καὶ οἷον τένοντα τὸ πέρας, ὃ πρὸς τὸ στέρνον περαίνεται. τέμνεσθαι δέ πως καὶ αὐτὸς οὗτος ὁ δεύτερος μῦς, εἰ δύο δύναται τῷ βουλομένῳ μέχρι τοσούτου λεπτουργεῖσθαι. σχίζεται γάρ πως περὶ τὸν τράχηλον, ὡς παρακεῖσθαι καὶ ψαύειν αὐτοῦ τὰ μέρη συνηρτημένα. τὸ μὲν οὖν ἕτερον τὸ πρόσθιον ἐμφύεται τῷ στέρνῳ διὰ νευρώδους πέρατος, τὸ δὲ ἕτερον εἰς τὴν ἀρχὴν τῆς κλειδὸς σαρκοειδῆ κατάφυσιν ποιεῖται· μέσον κείμενον αὐτοῦ τε τούτου πρὸς τὸ στέρνον περαίνοντος καὶ τοῦ πρόσθεν ῥηθέντος τοῦ τὴν ἔκφυσιν πεποιημένου ἐξ ἰνίου. τοῦτον ὅλον τὸν μῦν ἕνα χρὴ τίθεσθαι τῇ τε κινήσει καὶ τῇ χρείᾳ· καὶ γὰρ ἡ κίνησις αὐτοῦ λοξὴ καὶ ἡ χρεία τὴν κεφαλὴν
943
τοῦ ζώου περιάγει εἰς τὰ πρόσω, οὐχ ἕνα δὲ διά τε τὸ μὴ πάντη μένειν συνεχῆ καὶ διὰ τὸ τὰς ἐκφύσεις τε καὶ καταφύσεις οὐχ ὁμοίας ἁπάσας εὐθείας ἔχειν. αἵ τε γὰρ ἐκφύσεις αὐτοῦ δύο εἰσὶ, σαρκώδης μὲν ἡ ἐξ ἰνίου, νευρωδεστέρα δέ πως ἡ ὑπὸ τὸ οὖς. αἵ τε καταφύσεις, ὡς νῦν ἤδη λέλεκται, σαρκώδης μὲν ἡ εἰς τὴν κλεῖν καθήκουσα, νευρώδης δὲ ἡ ἐν τῷ στέρνῳ συμφυομένη. ἀλλὰ περὶ μὲν τούτων οὐ μεγάλα τοῖς ἀνατομικοῖς ἡμάρτηται. τὸ δὲ οἴεσθαι τῷ μήκει τῆς κλειδὸς ἐμφύεσθαι παντὶ τὴν ἀπ’ ἰνίου μοῖραν αὐτῶν, οὐ μικρόν τι περὶ τὸ φαινόμενον ἐσφαλμένον ἐστίν. εἴρηται δὲ ὑπὸ τοῦ Λύκου τοῦτο· τὸ καὶ ἄλλων τινῶν ἐνδόξων ἀνδρῶν. καίτοι γε οὐ μόνον ὅλην οὐ κατείληφε τὴν κλεῖν ὁ μῦς οὗτος, ἀλλ’ οὐδὲ τὸ ἥμισυ μέρος αὐτῆς. αὕτη μὲν οὖν ἡ συζυγία μεγάλων ἱκανῶς ἐστι μυῶν, ὥστε καὶ πρὸ τῆς ἀνατομῆς ἐπὶ πάντων ἀνθρώπων διαγινώσκεσθαι σαφῶς καὶ μάλιστα ἐπὶ τῶν γυμναστικῶν, οἱ δ’ ὄπισθεν ἐξ ἰνίου πεφυκότες ἐλάττους τε πολὺ τούτων εἰσὶ
944
καὶ πάμπολλοι τὸν ἀριθμόν. ἔστι δὲ αὐτῶν, ὡς ἄν τις εἴποι, δύο γένη, τὸ μὲν ἕτερον κοινὸν τραχήλου καὶ κεφαλῆς, τὸ δὲ ἕτερον αὐτῆς μόνης τῆς κεφαλῆς. τὸ μὲν οὖν κοινὸν τραχήλου καὶ κεφαλῆς εἰς ὀκτώ που διαιρεῖται μῦς ἑκατέρωθεν τῆς ἀκάνθης τέσσαρας· ὧν ἡ μὲν πρώτη συζυγία πλατείας ἔχουσα τὰς κατ’ ἰνίον ἐκφύσεις στενοῦται κατιοῦσα καὶ γίνεται τὸ σχῆμα τῶν μυῶν ἑκατέρου τριγώνῳ παραπλήσιον ὀρθογωνίῳ βάσιν μὲν ἔχοντι τὴν ἐκ τῆς κεφαλῆς ἔκφυσιν, τὴν δ’ ἑτέραν μὲν τῶν ἐπὶ τὴν ὀρθὴν γωνίαν πλευρῶν αὐτῆς τῆς ῥάχεως τὴν ἄκανθαν, λοιπὴν δὲ τρίτην τὴν ταύτας ἐπιζευγνύουσαν, ὥστε ἐκ τῶν εἰρημένων εὔδηλον ὅτι λοξαὶ τούτων εἰσὶν ἶνες ἀπὸ τῶν πλαγίων τῆς κεφαλῆς ἐπιστρεφόμεναι πρὸς τοὐπίσω. οὗτοι μὲν οὖν οἱ μύες, ὥσπερ τινὲς πτύχες ἐπίκεινται τοῖς ἄλλοις. πεπλατυσμένοι καθ’ ἕτερον μέρος εἷς, ἀρθέντων δὲ αὐτῶν ἐνίοτε μὲν ἐναργῶς φαίνονται τρεῖς συζυγίαι μυῶν, ὡς τὸ πολὺ δὲ δύο· παρατεταμένη μὲν ἑτέρα παρὰ τὴν ἄκανθαν ἀτρέμα
945
πλατέων μυῶν λοξῶν ἀπ’ ἰνίου πρὸς τὰ πλάγια τῆς ῥάχεως φερομένων, ἡ δ’ ἑτέρα στρογγύλων ὑπεναντίως ἐκείνοις ἐχόντων τὰς ἶνας ἐκ τῶν πλαγίων μερῶν τῆς κεφαλῆς, ὅθεν περ καὶ τὴν ἔκφυσιν ἔχουσιν ἐπὶ τὴν ἄκανθαν φερομένην. ἐπειδὰν δὲ τρεῖς συζυγίαι φαίνωνται, μία μὲν αὐτῶν περὶ τὴν ῥάχιν ἐκτέταται, ἡ δὲ ἄλλη παρὰ τὰς πλαγίας ἀποφύσεις, ἡ δὲ λοιπὴ ἀμφοῖν περιτέτακται μέση. πολλάκις δὲ καὶ πάσας τὰς ἶνας ἁπασῶν τῶν ἐκφύσεων ἰδεῖν ἐστιν ἀπὸ τῶν ὀπίσω μερῶν εἰς τὰ πρόσω λοξῶς φερομένας, ὡς τελευτᾷν, ἁπάσας κατ’ ἐκεῖνο τὸ μέρος τῶν σπονδύλων, ἵνα πέρ εἰσιν αὐτῶν αἱ ἀποφύσεις αἱ πλάγιαι, ἀφελόντι δὲ αὐτὰς ἀκριβῶς ἤδη καταφαίνονται αἱ περὶ τὴν διάρθρωσιν τῆς κεφαλῆς. εἰσὶ δὲ ἐνταῦθα τέσσαρες μύες μικροὶ καθ’ ἑκάτερον μέρος· δύο μὲν ἐκ τοῦ τῆς κεφαλῆς ὀστοῦ τὴν ἔκφυσιν ἔχοντες ἐκ κοινῆς ἀρχῆς κατὰ τὸ τοῦ ἰνίου πέρας ἁπτόμενοι τῆς διαρθρώσεως. καθήκει δὲ ὁ μὲν εὐρωστότερος. αὐτῶν εἰς τὴν
946
ὀπισθίαν ἀπόφυσιν τοῦ δευτέρου σπονδύλου στενούμενος κατὰ τὴν ἔκφυσιν, ὁ δὲ ἕτερος λοξὸς εἰς τὴν πλαγίαν τοῦ πρώτου, τρίτος δὲ ἄλλος μῦς ἐπιζεύγνυσι ἀμφοτέρους ἀπὸ τῆς τοῦ πρώτου σπονδύλου πλαγίας ἀποφύσεως ἐπὶ τὴν ὄπισθεν ἀφικνούμενος τοῦ δευτέρου, καταφύεται δὲ οὗτος μὲν εἰς τὰ πλάγια τῆς ἐκφύσεως, ὁ δὲ ἕτερος ὁ πρῶτος λεχθεὶς εἰς αὐτὸ τὸ ὑψηλὸν, ὅπερ ἄκανθαν ὀνομάζουσιν, ὑπόκειται δὲ τούτῳ μῦς ἕτερος μικρὸς ἐκ τοῦ τῆς κεφαλῆς ἰνίου καταφυόμενος εἰς τὸν πρῶτον σπόνδυλον. ἡ δὲ ἐνέργεια τῶν μὲν ὑστάτων εἰρημένων μυῶν τούτων τῶν μικρῶν ὀκτὼ τὸν ἀριθμὸν ὄντων ἡ περὶ τὴν διάρθρωσιν μόνην κίνησις τῆς κεφαλῆς, τῶν δὲ ἐπικειμένων αὐτοῖς ἅμα τῷ τραχήλῳ παντὶ τὴν κεφαλήν. ἀνανεύουσι μὲν οὖν ἐπ’ εὐθείας μόνην τὴν κεφαλὴν οἱ καθήκοντες ὄρθιοι μύες εἴς τε τὸν πρῶτον καὶ τὸν δεύτερον σπόνδυλον, μετὰ δὲ βραχείας ἐγκλίσεως, οἱ λοιποὶ τέσσαρες οἱ μὲν ἐκ τῆς κεφαλῆς ἐκπεφυκότες ἀτρέμα λοξὴν ἀπάγοντες εἰς τὸ πλάγιον. οἱ λοιποὶ δὲ δύο συνεργοῦντές
947
τε κατὰ τὴν γινομένην ἐκ ταύτης τῆς κινήσεως τοῖς ἀντιτεταγμένοις μυσὶν ἀνάτασιν λοξὴν ἐπὶ τὴν κεφαλὴν ἅμα τοῖς συνέχουσι μορίοις τοῦ πρώτου σπονδύλου πρὸς τὸ κατὰ φύσιν ἐπανάγοντες. πρόδηλον δὲ ὅτι καθ’ ἕνα μὲν ἕκαστον μῦν αἱ κινήσεις αὗται γίνονται αἱ λοξαὶ, συναμφοτέρου δὲ καθ’ ἑκάστην συζυγίαν ἐνεργήσαντος εὐθεῖα κίνησις ἀποτελεῖται μία. οὕτω δὲ καὶ ἐπὶ τῶν ἐπικειμένων αὐτοῖς μυῶν τῶν ὅλον τὸν τράχηλον κατειληφότων οἱ μὲν λοξοὶ λοξὴν ἀνανεύουσιν, οἱ δὲ εὐθεῖς εὐθεῖαν ἐργάζονται. ἐσφαλμένοι δέ εἰσι καὶ περὶ τούτους ἀνατομικοὶ μήτε τὸν ἀριθμὸν αὐτῶν ἀκριβῶς μήτε τὴν θέσιν μήτε τὴν ἐνέργειαν μήτε τὴν χρείαν μήτε τὸ σχῆμα γράψαντες. ἄλλοι δὲ ἐκ τῶν πρόσω δύο μύες εἰσὶ τῶν κινούντων ἅμα τῷ τραχήλῳ τὴν κεφαλήν· εὔρωστοί τε καὶ μακροὶ προβαίνουσι δὲ ἄχρι τοῦ πέμπτου τῶν κατὰ τὸν θώρακα σπονδύλων, ἐπιτεταμένοι μὲν ἅπασι τοῖς κατὰ τὸν αὐχένα σπονδύλοις ἐκ τῶν ἔμπροσθεν μερῶν, ὑποβεβλημένοι δὲ τῷ στομάχῳ. ἡ
948
δὲ ἔκφυσις τούτων ἐκ τῶν κάτω μερῶν ἐστι τῆς κεφαλῆς, σαρκώδης τε οὖσα καὶ κατειληφυῖα τὸ μεταξὺ τῆς τε διαρθρώσεως αὐτῆς καὶ τοῦ κάτω πέρατος τῆς λαμβδοειδοῦς ῥαφῆς. κάμπτουσι δὲ οἱ δύο μύες οὗτοι σὺν τῷ τραχήλῳ τὴν κεφαλὴν, ἐπειδὰν ἐνεργήσωσιν ὅλοι, τὸ δὲ ἄνω μέρος αὐτῶν ὅσον ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πρῶτόν τε καὶ δεύτερον ἐμφύεται σπόνδυλον αὐτὴν μόνην ἐπινεύει τὴν κεφαλὴν ἰδίαν ἔσθ’ ὅτε σαφῆ περιγραφὴν ἔχον ἀνάλογον τοῖς ὄπισθεν μυσὶ τοῖς μικροῖς. εἰσὶ δὲ κἀκ τῶν πλαγίων μερῶν περὶ τὸ τῆς κεφαλῆς ἄρθρον ἄλλαι δύο συζυγίαι μυῶν μικρῶν· ἡ μὲν ἑτέρα συνάπτουσα τῇ κεφαλῇ τὸν πρῶτον σπόνδυλον, ἡ δ’ ἑτέρα τούτῳ τὸν δεύτερον. οὐκ ἀεὶ σαφὴς ἡ ἐνέργεια δὲ τούτων ἐστὶν, εἰς τὸ πλάγιον δὲ ἐπινεύειν αὐτὰς μόνον τὰς κατὰ τοὺς πρώτους σπονδύλους διαρθρώσεις. τούτων ἁπάντων τῶν μυῶν ὅσοι τὴν διάρθρωσιν ἐστεφανώκασι τῆς κεφαλῆς, ὥσπερ ὁρᾷς ἐν κύκλῳ περικείμενος ἄλλος ἄλλην ἐνέργειαν πεπίστευται, δύο μόνους οἶδεν
949
ὁ Λύκος. ἀγνοῶν δὲ τοὺς ἄλλους ἅπαντας, ὥσπερ καὶ τοὺς ὄπισθεν ὀκτὼ τοῦ ἰνίου, οὓς κοινοὺς ἔφαμεν εἶναι τραχήλου καὶ κεφαλῆς· ἀλλὰ τούτους μὲν οὐκ ἠδυνήθη διαχωρίσαι τῶν ῥαχιτῶν, τοὺς λοιποὺς δὲ ὑπὸ τούτους κατακεκρυμμένους εἰκότως οὐκ ἔγνω.