In Hippocratis De officina medici

Galen

Galen, In Hippocratis De officina medici

Ἑστεῶτα δὲ δεῖ καὶ ἐπ’ ἀμφοτέρων βεβαῶτα ἐξ ἴσου τῶν ποδῶν ἅλις· δρῇν δὲ τῷ ἑτέρῳ ἐπιβεβαῶτα μὴ τῷ κατὰ τὴν δρῶσαν χεῖρα ὕψος γούνατι πρὸς βουβῶνα, ὡς ἐν ἕδρῃ· καὶ τὰ ἄλλα ὅρια τὰ αὐτά.

Τὸν περὶ τοῦ καθημένου συμπληρώσας λόγον ἐπὶ τὸν ἐνεστῶτα μετέβη, πάντως αὐτὸν κελεύων φυλάττειν, ὃ μικρὸν ἔμπροσθεν ἐπὶ τοῦ καθημένου ἐκέλευσεν, ὅτι τὸ τῆς βάσεως τῶν ποδῶν ἄνισον· ὑψηλότερον γὰρ εἶναι βούλεται τὸν ἕτερον αὐτῷ, ὡς μὴ κατ’ εὐθύ τι τοῦ ἐνεργοῦντος εἶναι τὴν τοιαύτην στάσιν, ἢν ὅτι καὶ αὐτὴν φυλάξει διὰ πάσης ἐνεργείας, ἐὰν μήτε ὑψηλὸν ἱκανῶς τὸ χειριζόμενον μόριον μήτε ποῤῥώτερον κατὰ τὸ μῆκος ἢ πλάτος. εὔδηλον τῷ μεμνημένῳ τῶν προειρημένων. τὸ μὲν γὰρ οὕτως ὑψηλὸν, ὡς τὸν ἰατρὸν ἀναγκάζεσθαι μετεωροτέρας τῶν ἑαυτοῦ τιτθῶν ἔχειν τὰς χεῖρας, ἀποσαλεύσει τῆς ἕδρας

700
αὐτὸν ἀνατεινόμενον ἀμέτρως. τὸ δὲ ἐπὶ πλεῖστον ἀφεστηκὸς πάλιν αὖ καὶ τὸ προβαίνειν ἀναγκάζον, ἀπολείπειν βιάσεται τὴν ἐξ ἀρχῆς ἕδραν. ἐπεὶ δὲ ἐπὶ τινος ἐστηρίχθαι τὸν ἕτερον τῶν ποδῶν βούλεται, κἀνταῦθα τὸ ποσὸν τοῦ ὕψους ἐδήλωσεν, ἀξιώσας τὴν αὐτὴν σχέσιν τῷ γόνατι πρὸς βουβῶνας, ἣν κἀπὶ τῶν καθημένων εἶπεν. εἰρήκει δ’ ἐπ’ ἐκείνων, γούνατα δὲ ἀνώτερον βουβώνων μικρὸν, ὡς ἀσφαλεστάτης τε ἅμα καὶ εὐσχημονεστάτης πρὸς τὰς ἐνεργείας καὶ ἑτοιμοτάτης οὔσης τῆς τοιαύτης ἕδρας. ἀλλὰ νῦν γε τῷ ἑτέρῳ γόνατι τῷ ὑψηλῷ μόνῳ πρὸς τοὺς βουβῶνας εἶναι τὴν αὐτὴν σχέσιν ἀξιοῖ, πληθυντικῶς βουβῶνας ἀμφοτέρων τῶν σκελῶν ἴσον ἔχειν ὕψος.

Ὁ δὲ χειριζόμενος τῷ χειρίζοντι τῷ ἄλλῳ τοῦ σώματος μέρει ὑπηρετείτῳ ἢ ἑστεὼς ἢ καθήμενος ἢ κείμενος ὅκως ἂν ῥήιστα ὧδε ὡς σχῆμα ἔχων διατέλει, φυλάσσων ὑπόῤῥυσιν, ὑπόστασιν, ἔκτρεψιν, καντίαν, ὡς ὃ δεῖ σώζεται,
701
καὶ σχῆμα καὶ εἶδος τοῦ χειριζομένου, ἐν παρέξει, ἐν χειρισμῷ, ἐν τῇ ἔπειτα ἕξει.

Διαφερούσας ἐξηγήσεις ἐποιήσαντο τῆς ῥήσεως οἱ ἐξηγησάμενοι τὸ βιβλίον εὐλόγως. ἥ τε γὰρ τῶν τεττάρων ὀνομάτων ἀσάφεια, τοῦ τῆς ὑποῤῥύσεως λέγω καὶ τοῦ τῆς ὑποστάσεως καὶ τοῦ τῆς ἐκτρίψεως καὶ προσέτι τοῦ τῆς καταντίας, τό τε βουληθῆναι τὸν Ἱπποκράτην πολλὰ πράγματα δι’ ὀλίγων λέξεων δηλῶσαι, τὴν αἰτίαν αὐτοῖς παρέσχεται τῶν λεγομένων αἰτίας. ὅτε οὖν ἀσαφοῦς οὔσης τοῦ γράψαντος αὐτὰ διανοίας, εἰκάζοντές τε καὶ στοχαζόμενοι μᾶλλον, οὐ σαφῶς ἰδόντες, εἰς ποικίλην διαφωνίαν ἐξέπεσον. ἐγὼ δὲ, ὅπερ ἐν ἅπασι τοῖς τοιούτοις εἴωθα ποιεῖν, οὕτω καὶ νῦν πειράσομαι. τὰ μὲν ἀπίθανα αὐτοῖς εἰρημένα παρήσας διώξω τὰ δόξαντά μοι πιθανῶς ἐπινενοῆσθαι, μετὰ τοῦ προστιθέναι τι καὶ τῆς ἐμῆς γνώμης. ἄρξομαι δὲ ἀπὸ τῆς τῶν ἀσαφῶν ὀνομάτων ἐξηγήσεως. ἐπειδὴ πρῶτόν ἐστι

702
τὸ ἁπλοῦν τοῦ συνθέτου καὶ πολλάκις τε τῶν ἁπλῶν οὐδενὸς ὄντος ἀσαφοῦς ἡ σύνθεσις αὐτῶν τὴν ἀσάφειαν ἐργάζεται, τοῦτο δὲ ἀμέλει καὶ κατὰ τὴν προκειμένην γέγονε ῥῆσιν. ἔνιοι μὲν γὰρ ὑπόῤῥυσιν ἤκουσαν ἐπὶ τῶν ὑγρῶν, καὶ τούτων αὐτῶν διττῶς οἱ μὲν ἐκ τοῦ σώματος κινουμένων, οἱ δὲ ἐπὶ τῶν ἐπιβρεχομένων ἔξωθεν· ἀλλὰ καὶ αὐτῶν τῶν κατὰ τὴν χειρουργίαν ἐκρεόντων ἔφασαν αὐτὸν μνημονεύειν, ἔνιοι δὲ τοῦ μετὰ τὴν χειρουργίαν. ἡ αὐτὴ δὲ καὶ περὶ τοῦ τῆς ὑποστάσεως ὀνόματος γέγονε διαφωνία, τῷ ἐκρεῖν τὰ ὑγρὰ, τὸ ὑφίστασθαι κατὰ τοὐναντίον λεγόμενον εἰκότως ἐν μέρει διαφωνίαν ἔσχεν. ἕτερος δέ τις χορὸς ἐξηγητῶν οὐκ ἐπὶ τῶν ὑγρῶν, ἀλλ’ ἐπὶ τῶν στερεῶν τοῦ ζώου μορίων ἤκουσε τοῦ τε τῆς ὑποστάσεως καὶ τῆς ὑποῤῥύσεως ὀνόματος, ὑπόστασιν μὲν τὸν μετεωρισμένον ἤτοι τῶν τεμνομένων μελῶν ἢ καὶ παντὸς τοῦ σώματος εἰρῆσθαι νομίζοντες, ὑπόῤῥυσιν δὲ τὴν εἰς τὰ κάτω ῥοπὴν, ὡς εἰ καὶ κατάῤῥυσιν εἰρήκει. τὸ οὖν καταῤῥεῖ ἐπὶ τοῦδε τοῦ σημαινομένου
703
λέλεκται κατὰ τὸ προγνωστικὸν, ἔνθα φησίν· ἢν δὲ καὶ προπετὲς γίγνηται καὶ καταῤῥέει ἀπὸ τῆς κλίνης ἐπὶ πόδας, δεινότερόν ἐστι. τοῖς οὕτως ἐξηγησαμένοις μαρτυρεῖ καὶ τὸ τῆς ἐκτρέψεως καὶ τὸ καταντίας ὄνομα προειρημένων ἑξῆς γεγραμμένα. τὴν μὲν γὰρ εἰς τὸ πλάγιον ἐκτροπὴν ἔκτρεψιν εἴρηκεν, ἐάν τε ἐφ’ ὅλου τοῦ σώματος ἐάν τε ἐπὶ τοῦ χειριζομένου μορίου γίγνεται. τὴν δὲ καταντίαν ἐπὶ τῶν κώλων ἰδίων λέγεσθαί φασιν, ὥσπερ ἐπὶ παντὸς σώματος τὴν ὑπόῤῥυσιν. ὅταν γὰρ ὅλον τὸ σῶμα φυλάττων τις ἐν ταὐτῷ χωρίῳ καὶ μὴ μετακινῶν ἤτοι τὸ σκέλος ἢ τὴν χεῖρα κάτω ῥέπον ἐργάσεται, κατάῤῥοπον ὀνομάζεσθαί φασι, τὴν τοιαύτην θέσιν ἀληθῆ λέγοντες αὐτὰ καθ’ ἑαυτὰ, κἂν μὴ διαρκῶς φυλάττωσι τὴν καθ’ ὅλην τὴν ῥῆσιν ὁμολογίαν. ἑτέρα γάρ τις πάλιν αὐτῶν ἁπάντων ἐγένετο διττὴ στάσις, ἐνίων μὲν ἡγουμένων ἀξιοῦν τὸν Ἱπποκράτην διασώζειν τοὺς χειριζομένους κατὰ τέσσαρας προσηγορίας σημαινόμενα, τὴν ὑπόστασιν καὶ τὴν ὑπόῤῥυσιν καὶ τὴν ἔκτρεψιν καὶ τὴν καταντίαν, ἐνίων δὲ οὐ φυλάττειν. διαφέρει δὲ οὐδὲν εἰς τὴν 
704
ὅλην τῆς ῥήσεως περίνοιαν τὸ τρεῖς γεγονέναι γραφὰς τοῦ τῆς ἐκτρίψεως ὀνόματος. ἔνιοι μὲν γὰρ ἔκτρεψιν γράφουσι διὰ τοῦ τ καὶ ρ καὶ ε κατὰ τὴν δευτέραν συλλαβὴν, τινὲς δὲ καὶ τὸ σ προστιθέασιν ἐν ἀρχῇ γράφοντες ἔκστρεψιν, ἔνιοι δὲ καὶ ἔκτριψιν διὰ τοῦ τ καὶ ρ καὶ ι. παρεστήσαμεν γὰρ ἕνα τέως γράφειν. αἱ δ’ οὖν εἰρημέναι προσηγορίαι σαφεῖς εἰσιν. ἀπὸ γὰρ τοῦ ἐκτρέπεσθαι ῥήματος ἔκτρεψις, ἀπὸ δὲ τοῦ ἐκτρίβεσθαι ἔκτριψις γέγονεν. ἀξιούντων τῶν γραφῶν φυλάττεσθαι ταῦτα τὸν κάμνοντα. φαίνονται δὲ ὅμως πάντες οἱ ἐξηγησάμενοι τὴν ῥῆσιν ἐκ μέρους μὲν ἑωρακέναι τὴν γνώμην τἀνδρὸς, ὅλην δὲ ἀκριβῶς μὴ δεδυνῆσθαι περιλαβεῖν. ἐὰν γὰρ πρόσχῃ τις τῷ τέλει ταύτης καθ’ ἅ φησιν, ἐν παρέξει, ἐν χειρισμῷ, ἐν τῇ ἔπειτα ἕξει φανοῦνται μὲν ἅπαντες λέγοντες ἀληθῶς, ἄλλως ἄλλων χρησίμων ὑπὸ τοῦ κάμνοντος ἐσομένων ἐν τοῖς τρισὶ καιροῖς παρέξει, χειρισμῷ, ἔπειτα ἕξει, πάντας δὲ αὐτοὺς συνθεῖναι μὴ δυνηθέντες, ἔσται δὲ φανερὸν τοῦτο τῶν διορισθέντων σαφῶς τῶν τριῶν καιρῶν. πρῶτος μὲν οὖν αὐτῶν
705
ἐστιν, ἡνίκα παρέχουσιν οἱ πεπονθότες ἑαυτοὺς τοῖς ἰατροῖς εἰς ἀκριβῆ διάγνωσιν τῶν παθῶν, ὃν ὠνόμασε πάρεξιν. ἐφεξῆς δὲ αὐτῶν δεύτερος, ὁπότε πράττει τι κατὰ τὸ πεπονθὸς μέρος ὁ ἰατρὸς, ὃν ἐκάλεσε χειρισμόν. εἶθ’ ἑξῆς τρίτος, ὃν προσηγόρευσε τῆς ἔπειτα ἕξεως· ἐν ταὐτῷ γὰρ σχήματι πρόκειται τηνικαῦτα φυλάττειν τῷ κάμνοντι τὸ πεπονθὸς μόριον. ἀπὸ τοῦ τοίνυν ἔχειν ἐν αὐτῷ τὴν προσηγορίαν τῆς ἕξεως ἐποίησεν. ἐν ἅπασι δὲ τοῖς τρισὶ καιροῖς τὸ μέν τι κοινόν ἐστι, τὸ δὲ καθ’ ἕκαστον ἴδιον. κοινὸν μὲν τὸ φυλάττειν ἀκίνητον τὸ πεπονθὸς μέρος ὃ ἐφεδήσετο, πλὴν μετὰ κινήσεως αὐτό πως ὁ ἰατρὸς ἐπιχειρήσει. ἴδιον δὲ καθ’ ἕκαστον ἀγαθὸν ἐκ τούτου πρὸς τὴν τελείαν ἴασιν γίγνεται. κατὰ μὲν τὴν πάρεξιν ἀκριβῶς διαγνῶναι τὸν ἰατρὸν, ὃ μέλλει θεραπεύειν, κατὰ δὲ τὸν χειρισμὸν ἐπὶ μὲν τῶν καταγμάτων ἀντιτεῖναι καὶ διαπλάσαι προσηκόντως καὶ ἐπιδῆσαι. ἐπὶ δὲ τῶν ἐξαρθρημάτων ἀντιτεῖναι καὶ ἐμβαλεῖν καὶ περιλαβεῖν ἐπιδήσει προσηκούσῃ τὸν πεπονθότα τόπον. κατὰ δὲ τὰς τομὰς ἐκκριθῆναι
706
τὸ πῦον ἥ τινι χώρᾳ περικοπῆναί τε τὸ σεσηπὸς ἢ διὰ πυρὸς ἐκκαυσθῆναι. τούτοις οὖν καὶ ἡ τῶν ὑγρῶν ὑπόῤῥυσίς τε καὶ ὑπόστασις ὠφέλιμος ἡ μὲν ὅπως γίγνοιτο· ἐχρῆν γὰρ ἐκκρίνεσθαι τὸ παρὰ φύσιν ὑγρόν· ἡ δὲ ὅπως μὴ γίγνοιτο, μένειν γὰρ ἔνδον οὐ προσήκει τὸ μοχθηρόν. ἐνίοτε δὲ καὶ ὑπόστασις γίγνεται χρήσιμος, καθάπερ ἐφ’ ὧν ἀθρόως ἐκκενωθῆναι πῦον ἐξ ὑποστάσεως μεγάλης ἢ τὸ τῶν ὑδρικῶν ὑγρὸν βουλόμεθα. πολὺ δὲ δεῖ μᾶλλον ἀπὸ τῶν ὑποκειμένων ἐν τῇ χειρουργίᾳ τῶν κώλων ὑπόστασίν τε καὶ ὑπόῤῥυσιν, ὡς εἴρηται, φυλάττεσθαι προσήκει. ὡσαύτως δὲ κἀπὶ τῶν στερεῶν τοῦ ζώου μορίων τὰ λελεγμένα ταῦτα φυλάττεσθαι χρὴ πρὸς τοῦ κάμνοντος, ὡς αὐτὰ γενέσθαι κατὰ τοὺς τρεῖς καιροὺς, πάρεξιν, χείρισιν, ἔπειτα ἕξιν. τὸ μὲν γὰρ ἐξαῖρον αὐτὸν ἁπάντων τῷ χειρουργοῦντι τὰς τομὰς ἐν οὐ προσήκοντι μέρει τὸν ἰατρὸν ἀναγκάσει πριεῖν, οὐδὲ τρόπον αὐτὸν, ὁπότ’ οὐδὲ τὸ φυλάττειν φυλάττοντα διὰ τὸ παρῆναι αὐτῇ τῇ σμίλῃ τὸν κάμνοντα, τὸ δὲ ἀποφεύγειν ἐλλειπῆ τὴν ἐνέργειαν ἐργάζεται, ποτὲ μὲν μέσον
707
αὐτὸν μόνον τῆς χειρουργίας τοῦ ἰατροῦ ποιοῦντος, ποτὲ δὲ ἐξ ἡμίσεος ἐγκαταλείποντος τὸ ἔργον καὶ θᾶττον ἔτι τοῦδε. γίγνεται δὲ ταῦτα καταδεδεμένων, ἐνίοτε δὲ τῶν χειριζομένων, οἷον ὅταν μὲν ἐπὶ γαστρὶ χειρίζοντος καὶ κατὰ τὴν ῥάχιν ἑαυτοὺς ὑψουμένων πρὸς τὸ πλάγιον ἐκτρεπομένων, ὅπερ ἐδηλοῦτο παρὰ τῆς ἐκτρίψεως. ἐνίοτε δὲ τούτων μὲν οὐδὲν πραττόντων, τεινόντων δὲ σφοδρῶς τὰς μύας ἤ τινα μεταβολὴν δοκεῖ μοι δηλῶσαι διὰ τῆς, ὡς ὃ δεῖ προσηγορίας ἐν τῷ φάναι, ὡς ὃ δεῖ σώζεται καὶ σχῆμα καὶ εἶδος τοῦ χειριζομένου. πηλίκον δὲ κακόν ἐστιν ὀφθαλμοῦ παρακεντουμένου τὸν κάμνοντα μὴ φυλάξαι τὸ σχῆμα καὶ εἶδος ἢ μετακινούμενον ἢ ἐντεινόμενον οὕτως σφοδρῶς, ὡς αἵματος πληροῦσθαι τὸ πρόσωπον εὔδηλον παντί. παραπλήσιον δὲ, κἀπειδὰν ἐκκόπτοντος ἰατροῦ τῆς κεφαλῆς ὀστοῦν ἢ ὑψώσας βραχύ τι ταύτης χειριζόμενος ἢ ταπεινώσας ἢ πρὸς τὸ πλάγιον ἐκτρέψας διαφθείρειν τὴν ἀκρίβειαν τῆς χειρουργίας· οὕτω δὲ καὶ ἐκτείνειν σφοδρῶς ἑαυτόν. ἐν μὲν γὰρ τῇ μεταβολῇ τῶν σχημάτων ἡ θέσις ἐπαλλάττεται
708
τοῦ χειριζομένου μέρους. αἱ δὲ τάσεις ἐπὶ μὲν τῶν ἄλλων μορίων εἰς αἱμοῤῥαγίαν συντελοῦσιν· ἐπὶ δὲ τῶν μυῶν οὐ μόνον εἰς τοῦτο βλάπτουσιν, ἀλλὰ καὶ τὸ μόριον ἐνίοτε μὲν ὑψηλότερον, ἐνίοτε δὲ ταπεινότερον ἐργάζονται. ἔνθα μὲν ὀστοῦν ὑποτέταται μετεωριζομένου τοῦ μυὸς, ἔνθα καὶ ἕλκους χώρα, προστελλομένου τε καὶ διατεινομένου, καθάπερ ἐπὶ τῶν κατὰ μεσοπλεύριόν τε καὶ γαστέρα χωρίων.

Ὄνυχας μήτε ὑπερέχειν μήτε ἐλλείπειν δακτύλων κορυφὰς ἐς χρῆσιν ἀσκέειν. δακτύλοισιν μὲν ἄκροις τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν, ὅλῃ δὲ καταπρηνεῖ, ἀμφοτέρῃσι δὲ ἐναντίῃσι.

Ἐπειδὴ εἶπε τὸ περὶ τοῦ χειριζομένου κατὰ τὴν κοινωνίαν, εἶτα ἑξῆς πάλιν ἐπανῆλθεν ἐν τῇδε τῇ ῥήσει πρὸς τὸν περὶ τοῦ χειρίζοντος λόγον, πηλίκους μὲν εἶναι προσῆκε τοὺς ὄνυχας αὐτοῦ διηγούμενος, ὁποίους δὲ τοὺς δακτύλους, 

709
ὅπως δὲ ἀνάγειν αὐτούς. ὡς μὲν οὖν εἰς τὰς τῶν δακτύλων ἄκρων ἐνεργείας, αἵπερ δὴ καί εἰσιν ἰδίαι τῶν δακτύλων, τὸ μὴ ὑπερέχειν αὐτῶν τοὺς ὄνυχας μήτε ἐλλείπειν ἄριστόν ἐν τῷ πρώτῳ περὶ χρείας μορίων ἐπὶ πλεῖστον ἐξειργασάμεθα, καθ’ ὃ πᾶσαν ἄκρας τῆς χειρὸς ἐξηγησάμην τὴν φύσιν. ἐν δὲ τῷ παρόντι τὰς λέξεις μόνας ἀρκέσει σαφῶς ἐξηγήσασθαι. διττῆς οὖν οὔσης γραφῆς ἑκατέραν ἐξηγήσομαι· τὴν μὲν ἑτέραν αὐτῶν οὕτως ἔχουσαν. ὄνυχας μήτε ὑπερέχειν μήτε ἐλλείπειν δακτύλων κορυφάς. εὐληπτότατα γὰρ οὕτως ἔσται τὰ τοῖς δακτύλοις ἄκροις θηρώμενα μικρὰ σώματα, πρὸς ἃ καὶ χρώμεθα τῆς δι’ ἄκρων αὐτῶν ἐνεργείας. εἶτ’ ἀμφ’ ἑτέρας ἄκρας ἐς χρῆσιν ἀσκέειν, δακτύλοισι μὲν ἄκροις τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν· ἵνα κατὰ μὲν τὴν προτέραν λέξιν ἡ διδασκαλία περὶ τοῦ μεγέθους τῶν ὀνύχων δακτύλων γίγνεται, κατὰ δὲ τὴν δευτέραν περὶ τῆς χρήσεως τῶν δακτύλων. ἑτέρα δὲ γραφὴ τοιάδε ἐστίν· ὄνυχας μήτε ὑπερέχειν μήτε ἐλλείπειν. εἶτα ἐφ’ ἑτέρας ἀρχῆς δακτύλων κορυφῇσι χρῆσις, κατὰ δοτικὴν γεγραμμένου τοῦ κορυφῇσιν ὀνόματος, ὡς εἶναι τὴν ὅλην διάνοιαν
710
τοιάνδε, τοὺς ὄνυχας οὔτε ὑπερέχειν οὔτε ἐλλείπειν χρὴ τὸ μῆκος τῶν δακτύλων, ἀλλ’ ἀκριβῶς ἐξισοῦσθαι. ταῖς γὰρ κορυφαῖς αὐτῶν χρῆσίς ἐστι. δόξει δὲ τοῦτο ψεῦδος, ἐὰν ὡς προσήκει αὐτὰς ἀκούῃ. τινὰ μὲν ἔργα ταῖς ὅλαις χερσὶ δρωμέναις περιτύχῃ περιλαβόντες ἀμφοτέραις αὐταῖς πῆχυν ἢ μηρὸν ἢ κνήμην ἤ τι τοιοῦτον ἕτερον ἀντιτείνομέν τε κατατείνομεν. ἐν οἷς ἔργοις ὡς μόρια τῆς χειρὸς ἐνεργοῦσιν οἱ δάκτυλοι, παραπλησίως τοῖς θέναρσι καὶ τοῖς ἄλλοις αὐτῆς μέρεσι. παρακεντοῦντες δὲ καὶ ἀναῤῥάπτοντες ἢ καταῤῥάπτοντες ἢ πτερύγιον ἐξ ὀφθαλμοῦ κομιζόμενοι τοῖς δακτύλοις, ὡς δακτύλοις, οὐχ ὡς μορίοις τῆς χειρὸς χρώμεθα. παραπλησίως δὲ κἀπειδὰν ἤτοι διὰ σμίλης ἤ τινος ἑτέρου τοιούτου τὴν ἐνέργειαν ποιούμεθα. κατὰ πάσας οὖν τὰς ἐνεργείας τῶν δακτύλων ἄκροις αὐτοῖς χρώμεθα καὶ διὰ τοῦτο ἔφην ὀρθῶς εἰρῆσθαι δακτύλων κορυφῇσι χρῆσις. εἶτ’ ἀφ’ ἑτέρας ἀρχῆς ἄρχειν, δακτύλοις μὲν ἄκροις, τὰ πλεῖστα λιχανῷ τε καὶ πρὸς μέγαν, μιᾷ
711
λέξει δηλοῦται τὰς πλείστας τῶν μυῶν ἐνεργείας γίγνεσθαι πρὸς τὸν μέγαν, ὅνπερ ἀντίχειρα καλοῦσιν, ἀντιταττομένου τοῦ λιχανοῦ, ὥστε λαμβάνεσθαι τὸ λαμβανόμενον ἐπ’ ἀμφοτέρων ἄκρων δηλαδή. τηνικαῦτα γάρ ἐστι χρεία μόνων τῶν εἰρημένων δακτύλων ἐνεργούντων, ἀλλὰ κἂν διὰ τῶν τριῶν λαμβάνηται δακτύλων, οἷον ὑπαλειφθέντων τῇ σμίλῃ καὶ παρακεντούντων, τὸ πλεῖστον μὲν τῆς ἐνεργείας, ὑπὸ τοῖν δυοῖν τῶν εἰρημένων γίγνεται. συνεπιβοηθεῖ δέ τι καὶ ὁ μέσος· ὅλη μέντοι πρηνεῖ χρώμεθα, κατὰ τὰς ἐν ἰατρικῇ χειρουργίας, τῷ κοίλῳ περιλαμβάνοντες αὐτῆς τὸ σῶμα, περὶ οὗ τὴν ἐνέργειαν ποιούμεθα. δακτύλους μὲν οὖν πεπονθότας κατατείνεσθαι καὶ διαπλάσαι καὶ ἡ μία χεὶρ ἱκανὴ, βραχίονα δὲ ἢ πῆχυν ἢ μηρὸν ἢ κνήμην οὐχ ἱκανὴ, ἀλλ’ ἀμφοῖν εἰς τὰ τοιαῦτα μόρια χρῄζομεν, ἀντιταττομένων ἀλλήλαις ὡς περιλαμβάνεσθαι τὸ κῶλον ἐν κύκλῳ, καὶ σικύαν δὲ προστιθέντες ὅλῃ τῇ χειρὶ πρηνεῖ χρώμεθα καὶ διὰ μικροῦ καυτῆρος ἐκθλίβοντες καὶ σπογγιὰν ἐπιβάλλοντες, ἄλλα τε πολλὰ τῶν κατὰ τὴν ἰατρικὴν ἔργα,
712
περὶ ὧν ἴσως καὶ τὰ λελεγμένα περιττὰ διὰ σαφήνειαν. αὐτὸς γάρ τις ἕκαστος ἀναμιμνήσκεσθαι δύναται δακτύλων καὶ τῶν χειρῶν τὰς ἐνεργείας ἁπάσας, τὰς μὲν ὑπ’ ἀμφοτέρων γιγνομένας, τὰς δὲ ὑπὸ τῶν δακτύλων μόνων ἢ μόνης τῆς χειρός.

Δάκτυλον ἐκφυῆναι μέγαν τὸν ἐν μέσῳ τῶν δακτύλων καὶ ἀπεναντίον τὸν μέγαν τῷ λιχανῷ.

Οὐ γὰρ δυνατὸν ἄλλως ἀντιτετάχθαι κατὰ τὰς ἐνεργείας τῷ λιχανῷ τὸν μέγαν δάκτυλον, εἰ μὴ τὸ μέσον αὐτοῦ εἴη μέγα. τοῦτο δὲ κἀπὶ τῶν ἄλλων δακτύλων ἄριστον, ἵν’ ὅταν ἐν κύκλῳ δέῃ περιλαβεῖν τι σῶμα μέγα, πανταχόθεν αὐτὸ περιλαμβάνωσιν ἐπὶ πλεῖστον διϊστάμενοι.

713
Νοῦσος δὲ δι’ ἣν καὶ βλάπτονται, οἶσιν ἐν γενετῇσι ἢ ἐν τροφαῖς εἴθισται ὁ μέγας ὑπὸ τῶν ἄλλων δακτύλων κατέχεσθαι δῆλον.

Ἐπειδὴ αὕτη ἡ διάνοια μένει κατὰ ἀμφοτέρας τὰς γραφὰς, ἀπὸ τῆς σαφεστέρας ἄρξομαι. τισὶ μὲν οὖν ἤρεσιν εἰς ἔθος ἐπ’ ἐνίων ἐπαινουμένων γραφῶν ἀγνοεῖν τὸν λόγον, εἰθισάντων αὐτῶν τοῖς ἄλλοις δακτύλοις κατέχειν τὸν μέγαν καὶ διὰ τοῦτο τοῦτον μὲν ἀργοῦντα, σμικρὸν καὶ ἀναυξημένον αὐτό τε πρὸς τὸν λιχανὸν αὐτοῦ διάστημα. καὶ ταῦτ’ εἰς νόσον ἄκρας τῆς χειρὸς τελευτᾷ, ὡς εἰ καὶ εἰς βλάβην εἰρήκει. τινὲς ὑπὸ νόσου φασὶν αὐτὸν λέγειν γίγνεσθαι, τοῦτο καὶ τὴν νόσον αὐτὴν ἐξαρθρήσαντος τοῦ μεγάλου δακτύλου συμβαίνειν ἢ ἕλκους τινὸς ἐν τῇ μεταξὺ χώρᾳ γενομένου τοῦ τε λιχανοῦ δακτύλου καὶ τοῦ μεγάλου καὶ τοῦ ἕλκους ἐν τῇ θεραπείᾳ σκληρὰν οὐλὴν ποιήσαντος, καὶ σκιῤῥωθεὶς δὲ ὁ μεταξὺ μῦς ἢ ἐκτακεὶς κατά τινα διάθεσιν, ὡς 

714
ἄτροφός τε καὶ ἀναυξὴς γίνεσθαι. καὶ σηπεδὼν ἐνίοτε μεγάλη τὴν μεταξὺ τῶν δακτύλων σάρκα ἀφανίσασα, κἄπειτα σκληρὰν ἐργασαμένη τὴν οὐλὴν μικρὸν ἀποτελεῖ τοῦ λιχανοῦ δακτύλου πρὸς τὸν μέγαν διάστημα καὶ ὥσπερ συνδέσμους ἀλλήλους ἐργάζεται. καὶ μάλισθ’ ὅταν, ὡς ἔφην, ἡ οὐλὴ σκληρὰ γένηται· καὶ μὲν δὴ καὶ καταῤῥαθυμεῖσθαι τὰ τοιαῦτα πάντα παθήματα τοῖς παιδίοις εἰκός ἐστι· τοὺς γὰρ τελείους ὑπὸ τῶν ἰατρῶν διδασκομένους μαλάττειν τε καὶ κινεῖν τὸν μέγαν δάκτυλον, εὐτροφίαν παρασκευάζειν τῇ μεταξὺ χώρᾳ, πρὸς τῷ καὶ τοῖς μὲν τελείοις ἅπαν ηὐξῆσθαι τὸ σῶμα καὶ εἴπερ ἄρα βλάπτεται, μόνον εἰς ἀτροφίαν τὸ πάθος. ἐπὶ δὲ τῶν βρεφῶν ἐν αὔξῃ τῇ πρώτῃ καταλαμβανομένων ὑπό τε τοῦ πάθους αὐτοῦ καὶ πρὸς τῷ πάθει τῆς ἀκινησίας τῶν δακτύλων, μήτ’ αὔξεσθαι τὰ πεπονθότα μόρια καὶ διὰ τὸ μεταξὺ τῶν δακτύλων πᾶν γίγνεσθαι μικρόν. ἐνίοις μὲν οὖν τοῦτο συμβαίνειν φασὶν, ἐνίοις δὲ καὶ οὐλὴν σκληρὰν καὶ κατά τινα διάθεσιν σκληράν τῶν μεταξὺ χωρίων. διὸ καθάπερ ὑποδέσμου τινὸς κατέχεται, τουτέστιν
715
ἀφίστασθαι κωλύεται τὸν μέγαν ἀπὸ τῶν ἄλλων. ἀκούουσι γὰρ ἔνιοι οὕτως τοῦ κατέχεσθαι ῥήματος, εἰ καὶ ὅτι δοκεῖ μάλιστα μάχεσθαι. κατὰ γὰρ τὴν τούτων ἐξήγησιν οὐχ ὑπὸ τῶν ἄλλων ἐχρῆν, ἀλλ’ ἀπὸ τῶν ἄλλων λελέχθαι. αἱ γὰρ ἐν τῷ μεταξὺ ἠγνοηκέναι διαθέσεις τὴν μεταξὺ χώραν σμικρὰν καὶ συνδεδεμένην ἐργάζονται. περὶ μὲν δὴ τούτων ὡς ἄν σοι δόξῃ κρίνας αἱροῦ τὸ πιθανώτατον. ἐν γὰρ ταῖς οὕτως ἀσαφέσι λέξεσι μαντείας μᾶλλον ἢ σοφίας εἰς τὴν ἐξήγησιν χρῄζομεν. ἐγὼ δὲ ἐπὶ τὴν ἀρχαίαν γραφὴν ἀνάξω. τάχα μὲν ἡμαρτημένην καὶ Ἀσκληπιάδης ὑπενόησε καὶ τήν γε ἀναμάρτητον γραφὴν ἐστοχάσατο τοιάνδε τινὰ εἶναι· νοῦσος δὲ, δι’ ἣν καὶ βλάπτονται τοῖς ἐν γενετῇσιν ἢ ἐν τροφῇ εἴθισται καὶ τὰ ἑξῆς· τάχα δὲ καὶ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους οὕτω γραφεῖσαν. ὁ γοῦν Ταραντῖνος Ἡρακλείδης ἀξιοῖτο διακοῦσαι τὰς διαθέσεις, ὡς εἶναι τὸ πλῆρες ὅλης τῆς ῥήσεως τοιοῦτον· νοῦσος δὲ, δι’ ἢν καὶ βλάπτουσα διάθεσις, οἷς ἐν γενετῇσι καὶ τροφῇ καὶ τὰ ἐξῆς.

716
Τά ἔργα πάντα ἀσκέειν ἑκατέρῃσι δρῶντα καὶ ἀμφοτέρῃσιν ἅμα· ὅμοια γάρ εἰσιν ἀμφοτέρῃσι στοχαζόμενον ἀγαθῶς, καλῶς, ταχέως, ἀπόνως, εὐρύθμως, εὐπόρως.

Πάντα κελεύει δι’ ἀμφοτέρων ἀσκεῖσθαι τῶν χειρῶν· συμφορώτατον γὰρ τοῦτο πρὸς τοῦ ταχέως τε καὶ καλῶς ἐργάζεσθαι. οἷος γοῦν ἂν ᾖ ὁ ἰατρὸς τῇ δεξιᾷ χειρὶ τὸν δεξιὸν ὀφθαλμὸν τοῦ κάμνοντος ἐπιχειρῶν παρακεντεῖν ἢ πτερύγιον ἀποτέμνειν ἤ τι τῶν τοιούτων ἄλλο. διὸ καὶ προσέθηκε στοχαζόμενον ἀγαθῶς, καλῶς, ταχέως, ἀπόνως, εὐρύθμως, εὐπόρως, ὡς ἐξ ἧς προεῖπεν ἀσκήσεως, τούτων ἡμῖν περιγενομένων· ὅπως δὲ ἕκαστον αὐτῶν ἔσται μετ’ ὀλίγον διδάσκει. κατὰ δὲ οὖν τὸ παρὸν ἀναμεμνῆσθαι τοσοῦτον, ὡς ἡ τούτων διδασκαλία κεφάλαιον ἔχει τὸ ὅκως, ὅπερ ἐστὶν ἕν τι τῶν ἐν τῇ πρώτῃ διαιρέσει περιεχομένων.

717
ἀναμνησθῶμεν δὲ καὶ ὅτι τὰς χεῖρας ὁμοίας εἶπε, καίτοι ἀπαραλλάκτους οὔσας τῷ εἴδει.