In Hippocratis De officina medici

Galen

Galen, In Hippocratis De officina medici

Πλὴν ὁκόσα ἢ λαθεῖν δεῖ ἢ ὁρῇν αἰσχρόν.

Οὐ σαφῆ τῇ λέξει τὴν ἑαυτοῦ διάνοιαν ἡρμήνευσεν ὁ τεχνικὸς, ἀλλ’ ὥστε δόξαι, μὴ δεῖν πρὸς αὐγὴν τρέπειν τὰ χειριζόμενα μόρια τῶν καμνόντων, ὅσα λαθεῖν προσῆκεν ἢ ὁρᾷν αἰσχρόν. ὁ δὲ οὐ τοῦτο βούλεται, ἐφεξῆς οὖν φησιν.

685
Οὑτωσὶ δὲ τὸ μὲν χειριζόμενον ἐναντίον τῇ αὐγῇ, τὸν δὲ χειρίζοντα ἐναντίον τῷ χειριζομένῳ πλὴν ὥστε μὴ ἐπισκοτάζειν.

Ἐχρῆν γὰρ ὡδί πως ἑρμηνεύεσθαι τὴν ὅλην διάνοιαν ὑπ’ αὐτοῦ. τὰ δὲ πρὸς αὐγὴν ἐκ τῶν παρεούσων, ἐκ τῶν συμφερουσῶν αὐγέων πρὸς τὴν λαμπρότητα τρέπειν τὸ χειριζόμενον. οὐ μὴν ἂν καθαράν γε καὶ ἀνεπισκότητον φυλάττειν χρὴ τὴν αὐγὴν, ἀλλ’ ἐν οἷς λαθεῖν ἂν ἢ ὁρᾷν αἰσχρὸν ἑαυτὸν οὕτως σχηματίζειν, ὡς τοὺς μὲν ὅλως πάντας ἀφαιρεῖσθαι τῆς θέας τῶν χειριζομένων μορίων, ἑαυτῷ δὲ κατὰ μηδὲν ἐπισκοτεῖν. ἡ μὲν δὴ διάνοια τῆς ὅλης ῥήσεώς ἐστι τοιαύτη. τάχα δέ τις ἀκοῦσαι ποθεῖ σαφῶς τὴν ἀπόθεσιν, ἣν βούλεται λαβεῖν ὁ ἰατρὸς τοὺς περιεστῶτας. ἴσως μὲν οὖν ἐνίων χειρουργιῶν τὸ ἀκριβὲς, οὐδὲ διδάξαι βουλήσεταί ποτε τῶν παρόντων τινὰς οὐκ ἀξίους

686
ὄντας αὐτὸ μαθεῖν. οὐ μὴν ἀλλὰ τούς γε τῶν χειριζομένων οἰκείους, ἐνίοτε βουλομένους μὴ τέμνειν, ὅσα περ τέμνει σώματα, δεόμενα δηλονότι τῆς τοιαύτης χειρουργίας. ἀνιῶνται γὰρ ἅμα καὶ ἀγανακτοῦσι πρὸς τὸν ἰατρὸν, ὡς δήμιον. ἀλλὰ καὶ ὄρχιν σεσηπότα πολλάκις ἀναγκαῖον ἐγένετο τελέως ἐκκόψαι καὶ νεῦρον διαταμεῖν ὅλον ἐγκάρσιον, ἕνεκα τοῦ μὴ σπασθῆναι τὸν ἄνθρωπον. ἔνιοι δὲ τῶν ἰδιωτῶν οὐδὲ πύου πάθος ὑπομένουσι θεάσασθαι, τινὲς δὲ ἐπιτρέπουσιν ὅλως ἀνοῖξαι σῶμα πύου χωρίου, ἐφ’ ὧν ὁ ἰατρὸς τῶν οὐ καταμανθάνων οἷς τὸν πεπονθότα τόπον ἔτεμνεν ἀφθόνως καὶ πᾶν ἐξέκρινε τὸ πῦον· ἀλλὰ διὰ δειλίαν τῶν καμνόντων ἐνίοτε τοῦθ’ ἡμῖν πράττεται. εἰσὶ γάρ τινες οὕτω δειλοὶ πρὸς τὰς χειρουργίας, ὡς λειποψυχεῖν πρὶν τμηθῆναι διὰ τὴν τῆς ὀδύνης προσδοκίαν. ἐπὶ τούτων ἀξιοπίστως χρὴ περὶ μὲν τῆς χειρουργίας λέγειν αὔριον σκέψασθαι, κατὰ δὲ τὸ παρὸν ἐᾷν. νῦν δὲ καταντλεῖν ὕδατι ἢ πυριᾷν σπόγγοις, ὡς παρασκευάζοντα τὸ μόριον εἰς ἐπίθεσιν καταπλάσματος ἢ φαρμάκου, κἀν τούτῳ μὴ προσδοκῶντα
687
τὸν δειλὸν ἄνθρωπον τέμνειν. ἐν μὲν δὴ τοῖς τοιούτοις ὁ μὲν ἰατρὸς ἐπισκοπήσει θεάσασθαι τοῖς παροῦσιν ἕνεκα τοῦ λαθεῖν. ἐν ἄλλοις δὲ διὰ τὴν αἰδὼ τοῦ κάμνοντος, ἐπειδὴ περὶ πολλοῦ ποιῆται μὴ βλέπεσθαι τοῖς πολλοῖς ἣν ἔχει διάθεσιν ἤτοι κατὰ ἕδραν ἢ ἐν τοῖς αἰδοίοις. ταῦτα γάρ ἐστιν ἃ βούλονται οἱ πάσχοντες λανθάνειν· ἐν εἴδει δὲ τῶν γυναικῶν καὶ κατὰ τὰς πυγὰς καὶ τὸ στῆθος, τισὶ δὲ καὶ κατὰ τὴν γαστέρα καὶ πολὺ δὴ μᾶλλον ἔτι κατὰ τὸ καλούμενον ἐφήβαιον. ἐγκαλῶν δέ τις ἐνταῦθα αὐτὸν Ἱπποκράτην γελοίως αὐτὸν ἔφη τοῦτο γεγραφέναι. τοῖς γὰρ αἱρουμένοις μὴ ὀφθῆναι τὰ τοιαῦτα μόρια χειριζόμενα, πάρεστιν ἐκβαλλόμενον τοῦ οἴκου τοὺς ἔνδον ὄντας ἅπαντας ἐπιστρέψαι μόνῳ τῷ ἰατρῷ τὸ ἔργον ἢ καί τινος ἑνὸς ἢ δυοῖν τῶν οἰκειοτάτων παρόντων. ἀλλὰ ταῦτα λέγων οὐ πεπείραται πολλῶν αἰδουμένων, ὥσπερ ὀφθῆναι τοῖς παροῦσι τὰς διαθέσεις αὐτῶν, οὕτω καὶ κωλῦσαι τῆς θέας ἐνίους καὶ χωρίζεσθαι σκευάσαι. πολλάκις δὲ κἂν κελεύωσι χωρίζεσθαί τινας φιλονεικοῦντες ἢ περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες
688
ἐπίστασθαι τὰ τοῦ κάμνοντος ἔνιοι τῶν οἰκείων ἢ φίλων ἀναιδῶς παραμένουσιν. ἐν τοῖς τοιούτοις οὖν καιροῖς χαρίζεσθαι χρὴ τῷ κάμνοντι τὸν ἰατρὸν ἄλυπον χάριν ὑποσχέσθαι τε κατὰ μόνας αὐτὸν καὶ μηδενὸς ἀκούσαντος, οὕτω ποιήσασθαι τὴν χειρουργίαν, ὡς λαθεῖν τοὺς πολλούς. δύναται γὰρ, ὡς ἔφην, ἐν τῷ καταντλεῖν ὕδωρ ἢ διὰ σπόγγων πυριᾷν, ὡς μηδέπω μέλλων ἐνεργεῖν, ἐξαίφνης ἀνύσαι τὸ ἔργον, ἀλλ’ ἔτι πραττόντων τῶν πολυπραγμονούντων θεάσασθαι. τὰ μὲν δὴ τοιαῦτα τῶν ἀμφισβητημάτων ἔξωθέν ἐστι τῶν τῆς ἰατρικῆς θεωρημάτων. ἡμεῖς δὲ ἐξ ἀκολουθίας ἢ καὶ διὰ τὴν ἀντιλογίαν τῶν ἐπηρεαζόντων, ἀναγκαζόμεθα μνημονεύειν αὐτῶν. ἐπὶ δὲ τὰ συνεχῆ τοῖς προειρημένοις ἤδη μετιέναι καιρός.

Οὕτω γὰρ ἂν ὁ μὲν δρῶν ὁρῴη, τὸ δὲ χειριζόμενον οὐχ ὁρῷτο.
689

Τὸ κἀνταῦθα τὸ τέλεον τῆς λέξεώς ἐστι τοιοῦτον· οὕτως ὁ μὲν δρῶν ὁρᾷ τὸ χειριζόμενον μέρος, ὑπὸ δὲ τῶν ἄλλων οὐκ ἂν ὁρῷτο ταὐτὸ τοῦτο τὸ μέρος· οὐ γὰρ δὴ πρὸς τῶν ἰατρῶν ἄμφω πέπονθε τὸ χειριζόμενον, ὁρᾶσθαί τε καὶ οὐχ ὁρᾶσθαι.

Πρὸς ἑωυτὸν δὲ καθημένῳ μὲν πόδες ἐς τὴν ἄνω ἴξιν κατ’ ἰθὺ γούνασι, διάστασιν δὲ ὀλίγον συμβεβηκότες, γούνατα δὲ ἀνωτέρω βουβώνων σμικρὸν διάστασιν ἀγκῶσιν θέσει καὶ παραθέσει.

Τὴν πρὸς τὴν αὐγὴν συμμετρίαν τοῦ χειρίζοντος διελθὼν πρὸς τὴν ἑαυτοῦ συμμετρίαν ἧκεν. εἰρηκὼς γὰρ ἔμπροσθεν· ὁ δρῶν καὶ καθήμενος ἢ ἑστεὼς ξυμμέτρως πρὸς ἑωυτὸν, πρὸς τὸ χειριζόμενον, πρὸς τὴν αὐγὴν, εἶτα πρὸς τὸ τελευταῖον ἀπαντήσας πρῶτον, ἅμα δ’ αὐτῷ πρὸς τὸ

690
χειριζόμενον συμμετρίαν ἐξ ἀνάγκης μνημονεύσας, ἐπὶ τὴν αὐτοῦ πρὸς ἑαυτὸν ἀφίκετο συμμετρίαν τοῦ χειρίζοντος. αὐτὸν δὲ πρὸς ἑαυτὸν συμμέτρως ἔχειν θέσεως, οὐδὲν τῶν ἁπλῶν ὂν καὶ οἷον τὸ κατ’ ἄρθρον διῃρημένον, ἢν δὲ τὰ μόρια σκοπῇς, ὡς ἄλλοτε ἄλλην ἴσχει θέσιν ἐν ποικίλοις σχήμασιν, οὕτως ἂν δύναιτό ποτε μὲν ἔχειν συμμέτρως. ἐὰν γοῦν τις ἐπὶ πλεῖστον ἀλλήλων ἀπαγάγῃ καθήμενος ἢ ἑστὼς, ἀμέτρως ἂν ἔχοι τοῖς μορίοις τούτοις πρὸς ἄλληλα, καθάπερ εἰ καὶ συνάγοι τελέως αὐτὰ καὶ ψαύειν ποιήσειεν ἢ καταθείη τὸ ἕτερον ἑτέρου ἢ μᾶλλον ἀποτείνοι κατὰ μῆκος ὅλον τὸ σκέλος ἢ εἰ κατ’ εὐθὺ θείη τὸν πόδα τοῦ γόνατος, ἀλλ’ εἰς τοὐπίσω πολὺ τῆς εὐθύτητος ἀποκεχωρηκώς. εὐλόγως οὖν ὁ Ἱπποκράτης τὴν αὐτοῦ πρὸς ἑαυτὸν ἑκάστου συμμετρίαν ἐν τῷ καθεῖσθαι τὴν τῶν μορίων ὡρίσατο πρὸς ἄλληλα σχέσιν, τοὺς μὲν πόδας κατ’ εὐθὺ τῶν γονάτων ἀξιώσας κατέχειν. ἐπεὶ δὲ τὸ κατ’ εὐθὺ διττόν ἐστι, τὸ μὲν κατὰ τὸ μῆκος ἐκτεινόντων τὸ κῶλον, τὸ δὲ εἰς ὕψος
691
ἀνατεινόντων, ὥσπερ ὅταν ὀρθοὶ στῶμεν, εἰκότως προσέθηκεν εἰς τὴν κάτω ἴξιν. ὀνομάζει δὲ συνήθως ἴξιν ἀεὶ τὴν εὐθύτητος θέσιν. ἄρα τοιγαροῦν τοὺς πόδας ὀλίγον ἀπ’ ἀλλήλων ἀξιοῖ, τὸ δὲ ὡς πρὸς βουβῶνα τοῦ γόνατος ὕψος ὀλίγον ὑπερέχειν, σκοπὸν ἔχων ἐν τοῖς πᾶσι τήν τε εὐσχημοσύνην καὶ τὴν εἰς τὰς ἐνεργείας ἑτοιμότητα καὶ τὴν ἀσφάλειαν τῆς ἕδρας, ὡς δυσπερίτρεπτον τὸν καθεζόμενον οὕτως. διὸ καὶ τὰ γόνατα καὶ ὅλους δηλονότι τοὺς μηροὺς ἄχρι τῶν βουβώνων διάστασιν ἔχειν ἀξιοῖ τοσαύτην ἀπ’ ἀλλήλων, ὡς εὐσχημόνως τε ἅμα καὶ ἀσφαλῶς καὶ πρὸς τὰς ἐνεργείας ἀκωλύτως ἐνίοτε μὲν ἐρείδεσθαι τοὺς ἀγκῶνας τῶν χειρῶν κατὰ τοὺς πήχεώς τι μέρος, ἐνίοτε δὲ ἑκατέρωθεν αὐτῶν παρατεταγμένας ἐνεργεῖν· τὸ μὲν γὰρ θέσει τῆς ἐπ’ αὐτῶν ἕδρας δηλωτικὸν, τὸ δὲ παραθέσει τῆς τῶν πλαγίων.

692
Ἱμάτιον εὐσταλέως, εὐκρινέως, ἴσως, ὁμοίως, ἀγκῶσιν, ὤμοισιν.

Τὸ μὲν εὐσταλέως ἀντὶ τοῦ προσεσταλμένως εἴρηκεν, ὡς μήτε περιτετραμμένον αὐτὸ μήτε χαλαρὸν περικεῖσθαι τῷ σώματι τοῦ ἰατροῦ. τὸ δὲ εὐκρινέως ἐπ’ αὐτοῦ τοῦ ἱματίου λέλεκται· κελεύει γὰρ καὶ τοῦτο μηδὲν αὐτοῦ μέρος ἐνδεδιπλῶσθαι. τὸ δ’ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον, ἴσως, ὁμοίως, ἀγκῶσιν, ὤμοισιν, ἀμφίβολόν ἐστιν· ἤτοι γὰρ ἴσως καὶ ὁμοίως ἐν ἀμφοτέραις ταῖς χερσὶ περιβεβλῆσθαι τοῖς ἀγκῶσι καὶ τοῖς ὤμοισιν ἀξιοῖ τὸ ἱμάτιον, ὡς παραβάλλεσθαι τὰς δύο χεῖρας ἀλλήλαις, ὅπερ οἱ πολλοὶ συγκρίνεσθαι καλοῦσιν ἢ τοὺς ἀγκῶνας, ἢ τοὺς ὤμους ἀλλήλοις παραβάλλει κατ’ ἀμφοτέρας τὰς χεῖρας, κελεύων ἴσως καὶ ὁμοίως τοῖς ἀγκῶσι καὶ τοῖς ὤμοις καθ’ ἑκάτερον αὐτῶν περιβεβλῆσθαι τὴν χεῖρα. ὅτι μὲν οὖν οὐκ ἀνωτέρω τῶν ἀγκώνων βούλεται τὴν περιβολὴν γίγνεσθαι τοῦ ἱματίου πρόδηλον. ἀσκεπάστους γὰρ εἶναι τούτους αἰσχρὸν οὐκ ἰατρῷ

693
μόνον οὕτω σεμνὴν ἐργαζομένῳ τέχνην, ἀλλὰ καὶ τοῖς κατὰ τὴν ἀγορὰν ἐν θορύβῳ πολλῷ δίκας λέγουσιν, οὗ καὶ αὐτοὺς αἰδουμένους ἰδεῖν ἔστιν, ἀνωτέρω τῶν ἀγκώνων ἔχειν τὸ ἱμάτιον, ὡς εἰς παγκράτιον παρεσκευασμένους· ἔστι δὲ καὶ ἄλλως ἐκκρῖναι τὸ τοιοῦτον τῆς περιβολῆς εἶδος, ψυκτικὸν οὐ μόνον τῶν κατὰ ἀγκῶνα μορίων, ἀλλὰ καὶ τῆς ὅλης χειρός· οὐ μὴν ἐδήλωσε τὸ ποσὸν, εἴπερ τὸν δεξιὸν ἀγκῶνα τοῦ πήχεως ἐπιλαμβάνειν αὐτὸ προσῆκεν· ἢ δηλονότι παρέλιπεν ὡς σαφὲς τοῦτο καὶ πρὸς ἁπάντων ἡμῶν εὑρεθῆναι δυνάμενον. οὐ γὰρ χαλεπόν ἐστι στοχάσασθαι καθ’ ἑκάστην ἐνέργειαν, ὁπόσον δεῖ τοῦ ἱματίου τοὺς ἀγκῶνας ὑπερβαίνοντος ἐκτετάσθαι κατὰ τοῦ πήχεως, σκοπὸν κἀνταῦθα πεποιημένους τόν τε τῆς εὐσχημοσύνης καὶ τὰς τῆς πρὸς τὴν προκειμένην χειρουργίαν χρείας. ὥσπερ δ’ ὀλίγον ἔμπροσθεν ἐφ’ ὧν ἐχρῆν λαθεῖν, ἐναντίους ἔφην εἶναι σκοποὺς, ἵνα μὲν μὴ βλέπηται τὸ φαινόμενον δέον σκοτεινοῦ ἀέρος, ἵνα δὲ τὸ χειριζόμενον ὁ χειρίζων αὐτὸ βλέπῃ, λαμπροῦ φωτός. ὅ ποτε δ’ ἂν αὐτῶν ἐπικρατῆ, 
694
τὸν σκοπὸν ἐκείνῳ προσχωρεῖν. εἰ δέ σοι δόξειεν εἶναι τὸ μέσον ἀκριβῶς ἀμφοτέρων αἱρεῖσθαι, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν ἐστι καὶ διὰ παντὸς ἐπὶ πάντων ποιητέον, ἔνθα πρὸς ἐναντία πράγματα ποδηγοῦσιν οἱ σκοποὶ, τὸ μέσον μὲν ἀμφοῖν αἱρουμένους πάντως, ὁπότερος δ’ ἂν ἐπικρατῇ, πρὸς ἐκεῖνον ἐκκλίνοντας. τὸ μὲν οὖν κατὰ τὴν χειρουργίαν ὅσον ἐπ’ αὐτῇ ἐδεῖτο τῆς ὅλης χειρὸς γυμνῆς, τὰ δὲ τῆς εὐσχημοσύνης ὅλης αὐτῆς ἐσκεπασμένης· διὰ τοῦτ’ οὖν ἀεὶ μὲν τὸ μέσον ἀμφοῖν αἱρεῖσθαι προσήκει, προσχωρεῖν δὲ τῷ μᾶλλον ἐπείγοντι.

Πρὸς δὲ τὸ χειριζόμενον τοῦ μὲν πρόσω καὶ ἐγγὺς καὶ ἄνω καὶ κάτω καὶ ἔνθα ἢ ἔνθα ἢ μέσον. τοῦ μὲν πρόσω καὶ ἐγγὺς ὅριον ἀγκῶνες· εἰς μὲν τὸ πρόσθεν γούνατα μὴ ἀμείβειν, εἰς δὲ τὸ ὄπισθεν πλευράς. τοῦ δὲ ἄνω μὴ ἀνωτέρω μαζῶν ἄκρας χεῖρας ἔχειν, τοῦ δὲ κάτω μὴ
695
κατωτέρω ἢ ὡς τὸ στῆθος ἐπὶ γούνασιν ἔχειν. ἄκρας χεῖρας ἐγγωνίους πρὸς βραχίονας σχηματίζειν. τὰ μὲν κατὰ μέσον οὕτως, τὰ δὲ ἔνθα ἢ ἔνθα μὴ ἔξω τῆς ἕδρας. κατὰ λόγον δὲ τῆς ἐπιστροφῆς προβαλλόμενον τὸ σῶμα καὶ τοῦ σάματος τὸ ἐργαζόμενον.

Ἐπειδὰν τὸν ἰατρὸν ἐκέλευσε συμμέτρως ἔχειν πρὸς ἑωυτὸν, πρὸς τὸ χειριζόμενον, πρὸς τὴν αὐγὴν, ἤτοι καθήμενον ἢ ἑστῶτα καὶ πρῶτον ἐνεχείρισε λέγειν τὴν τοῦ καθημένου συμμετρίαν πρὸς ἕκαστον τῶν τριῶν, ἀρξάμενος ἀπὸ τῆς αὐγῆς. εἶτα μεταβὰς ἐπὶ τὴν πρὸς ἑαυτὸν αὐτοῦ συμμετρίαν καὶ ταύτην διελθὼν ἐπὶ τὸ λοιπὸν ἔτι τρίτον ἥκει, διδάσκων τὴν πρὸς τὸ χειριζόμενον αὐτοῦ συμμετρίαν. οὔτε γὰρ ἐγγὺς πάνυ προσήκει καθῆσθαι τοῦ χειριζομένου τὸν ἰατρὸν, ὡς ὑπὸ στενοχωρίας ἐμποδίζεσθαι τὰς τῶν χειρῶν ἐνεργείας οὕτε διεστηκέναι τοσοῦτον, ὡς μόγις ἐφικνεῖσθαι τοῦ χειριζομένου. τίθησι γοῦν κἀνταῦθά τινας ὅρους, ὧν οὔτ’ εἰς τὸ πρόσω χωρεῖν οὔτ’ εἰς τοὐπίσω

696
προσήκει τὸν χειρίζοντα. μεμνήμεθα δὲ ὅτι περὶ τοῦ καθημένου πρῶτον ὁ λόγος ἐστὶν αὐτῷ. τοσοῦτον οὖν ἀξιοῖ διεστηκέναι τοῦ κάμνοντος, ὡς μήτε προσωτέρω ποτὲ τῶν γονάτων ἴσχειν τοὺς ἀγκῶνας μήτε ὀπίσω τῶν πλευρῶν. ἐπὶ μὲν δὴ τῆς κατὰ τοὐπίσω τε καὶ πρόσω διαστάσεως τούτους ἔθετο τοὺς ὅρους. ὀνομάζεται δὲ κατὰ τὸ μῆκος ἡ διάστασις αὕτη· λοιπῶν δὲ οὐσῶν δυοῖν διαστάσεων, μιᾶς μὲν τῆς κατὰ τὸ πλάτος, ἑτέρας δὲ τῆς κατὰ τὸ βάθος καὶ ὕψος, ἑκατέρως δὲ ὀνομάζεται, τῆς μὲν κατὰ τὸ ὕψος ὅρια τίθησι μήτε ἀνωτέρω τῶν μαστῶν ἄκρας χεῖρας ἔχειν τὸν ἐνεργοῦντα μήτε κατωτέρω ἢ ὡς τὸ στῆθος ἐπικείμενον ἔχοντα τοῖς γόνασι, τὰς χεῖρας ἐγγωνίους ἐσχηματικέναι πρὸς τὸν βραχίονα. καλεῖ δὲ ἐγγωνίους, ὅταν ὀρθὴν γωνίαν πῆχυς ἐργάζηται πρὸς τὸν βραχίονα, μέσον γάρ ἐστι τοῦτο τὸ σχῆμα καμπῆς τε τῆς κατ’ ἀγκῶνα τελέως, μεθ’ ἣν οὐκέτι κάμψαι δυνατόν ἐστιν, ἐκστάσεώς τε σχήματος, μεθ’ ἣν ἀμήχανον ἔσται ἐπεκτεῖναι τὴν χεῖρα. τῆς δὲ κατὰ πλάτος εἰς τὰ πλάγια μέρη γιγνομένης διαστάσεως
697
ὅρον ἑκατέρως ἐτίθετο τῆς κατὰ τὸ δεξιὸν καὶ τὸ τέλειον, ὡς ἄχρηστον ποιεῖσθαι τὰς ἐπιστροφὰς, ὡς μὴ κατακινεῖσθαι τὰς ἔδρας, τουτέστι τὰ μόρια τοῦ σώματος, οἷς ἑδραζόμεθά τε καὶ στηριζόμεθα κατὰ τῶν ὑποκειμένων. εἴρηνται μὲν οὖν ἐφεξῆς ἀλλήλων οἱ ὅροι κατὰ διαφέροντας χρόνους· ἐν ᾧ καὶ χρόνῳ περὶ τῶν κατὰ μῆκος ἐδίδασκε διαστάσεων, ἐν τούτῳ περὶ τῆς κατὰ πλάτος καὶ ὕψος οὐχ οἷόν τ’ ἦν διδάσκειν, ὥσπερ οὐδὲ ὁπότε περὶ ἑκατέρας τῶν λοιπῶν δυοῖν. αὐτὸν δὲ τὸν ἰατρὸν, οἶμαι, ταῦτα συμβουλεύει διὰ παντὸς τοῦ ἀποβλέπειν χρὴ τῇ διανοίᾳ πρὸς τὰ λελεγμένα πάντα. καὶ γὰρ πάντων ἐστὶν ἅμα χρεία κατὰ πᾶσαν ἐνέργειαν. οὔσης οὖν τινος μέσης καταστάσεως ἐν τῷ καθῆσθαι τὸν ἰατρὸν, ὅταν μὴ βλέπων, μηδὲν ἐνεργεῖ ταύτην. εὐσχημονεστέραν τε καὶ σεμνοτέραν εἶναι προσῆκεν, ὡς εἰ καὶ γραφεύς τις ἢ πλάστης ἔμελλεν αὐτοῦ ποιήσειν εἰκόνα. πρὸς δὲ τὴν χειρουργίαν ἀφικνουμένου χρὴ κινεῖσθαι τὰς χεῖρας, ἐνίοτε μὲν ἅμα πρόσω τε καὶ ἄνω, κἄπειτα δ’ ἐπ’ ἀριστερὰ, μετὰ τοῦ πρόσω τε καὶ ἄνω πάλιν
698
ἐκ τούτων τῶν σχημάτων ἤτοι γε ὀπίσω τὰς χεῖρας ἀμφοτέρας ἢ μόνην μίαν φέρειν. οὕτω δὲ καὶ ἢ κάτω ποτὲ ἢ πάλιν ἄνω καὶ κάτω τε καὶ ὀπίσω. πολυειδῶς γὰρ τὰ σχήματα ὑπαλλάσσεται συμπλεκομένων ἀλλήλαις τῶν διαστάσεων. ἐν ἁπάσαις ταύταις ἐστὶ κοινὸν τὸ φυλάττειν τὴν ἕδραν, ἣν διαφθείρουσιν ἔνιοι τοὺς ὅρους τῶν διαστάσεων ὑπερβάλλοντες. ἐάν τε γὰρ οὕτως ὑψηλὸν ᾖ κείμενον τὸ χειριζόμενον μόριον, ὡς ὑπὲρ τοὺς αὐτοῦ τιτθοὺς ἀναφέρειν τὰς χεῖρας τὸν ἰατρὸν, ἀναγκασθήσεταί ποτε κουφίσαι μετεωρότερον αὐτὸν ἐπὶ τῆς ἕδρας, ὡς ἀνιστάμενος, ὡς μηδὲ ἑστάναι μηδέπω, μηδὲ καθῆσθαι, ἀλλ’ ἐν ἀστηρίκτῳ τε καὶ μέσῳ τούτων σχήματι καθεστάναι· ἄν τ’ ἐπὶ πλεῖστον ἐπὶ τὸ δεξιὸν ἢ ἐπὶ τὸ ἀριστερὸν μέρος ἀποκεχωρηκὼς ἐπ’ ἐκείνοις, αὐτὸς ἐκ τῆς ἕδρας κινηθήσεται, ὡς ὀλισθήσεσθαι ἐξ αὐτῆς κινδυνεύσας. τί δεῖ λέγειν ὡς ἐπὶ τοῦ πρόσω ἢ ὀπίσω μέρους ἀμφοτέρως ὅμοια ποιήσεται· καὶ μόνον γέ τις τοῦ εἰς τὰ κάτω πρὸς τὸ σκοτίζειν αὐτοῦ τὴν ἐνέργειαν, ἐν ᾧ πρέπει σχήματι καθήσεται.