De Humero iis Modis Prolapso quos Hippocrates non Vidit
Galen
De Humero iis Modis Prolapso quos Hippocrates non Vidit, Galen, Kühn, Leipzig, 1829
Τοῦτο δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων ἢ τοῦ ἑτέρου. εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ.
Τοῦτο σημεῖον ἔχει παρακείμενον σφάλμα καὶ εἰ ἔτι ὁ κατὰ τὴν μασχάλην ἀγκὼν ὑποπιπτούσης ἐνταῦθα τοῖς ἁπτομένοις τῆς κεφαλῆς τοῦ βραχίονος, δι’ ἣν οὐδὲ προσάγειν δύναται ταῖς πλευραῖς τὴν χεῖρα χωρὶς ὀδύνης μεγάλης.
Τοῦτο δὲ ἆραι ἄνω τὴν χεῖρα παρὰ τὸ οὖς ἐκτεταμένου τοῦ ἀγκῶνος οὐ μάλα δύναται, ὥσπερ τὴν ὑγιέα οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. τά τε οὖν σημήϊα ταῦτά ἐστιν ὤμου ἐκπεπτωκότος αἵ τε ἐμβολαὶ γεγραμμέναι αἵ τε ἰητρεῖαι αὗται.
Τοῦτο τὸ σημεῖον ὃ μικρὸν ἔμπροσθεν ἔφη παρασύνεσιν ἔχειν. δῆλον δὲ ἐξ ὧν ἐπήνεγκεν εἰπών· πολλοὶ γὰρ ὑπὸ ὀδύνης ἢ καὶ ὑπὸ ἀλλοίης προφάσιος οὐκ ἐξεστεώτων αὐτέοισι τῶν ἄρθρων, ὅμως οὐ δύνανται εἰς τὰ ὅμοια σχήματα καθιστάναι, εἰς οἷάπερ τὸ ὑγιαῖνον σῶμα σχηματίζεται. εἰσενεγκεῖν τὰς χεῖρας πρὸς τὰς πλευρὰς, ὡς εἴρηκεν, ἑτοίμως τις δύναται, βέβαιον γνώρισμά ἐστι τοῦ κατὰ φύσιν ἔχειν τὸ ἄρθρον. ἐὰν δὲ ἐμποδίζηται κατά τι, δυνατόν ἐστι δι’ ὀδύνην ἢ σύντασιν μυῶν τοῦτο γίγνεσθαι.
Ἐπάξιον δὲ τὸ μάθημα, ὡς χρὴ ἰητρεύειν τοὺς πυκνὰ ἐκπίπτοντας ὤμους. πολλοὶ μὲν γὰρ ἤδη ἀγωνίης ἐκωλύθησαν διὰ ταύτην τὴν ξυμφορὰν τἄλλα πάντα ἀξιόχρεοι ὄντες, πολλοὶ δὲ ἐν πολεμικοῖσιν ἀχρήϊοι ἐγένοντο καὶ διεφθάρησαν διὰ ταύτην τὴν ξυμφορὰν ἅμα τε ἐπάξιον καὶ διὰ τοῦτο ὅτι μηδένα οἶδα ὀρθῶς ἰητρεύοντα, ἀλλὰ τοὺς μὲν μηδὲν ἐγχειρέοντας, τοὺς δὲ τἀναντία τοῦ ξυμφέροντος φρονέοντάς τε καὶ ποιέοντας. συχνοὶ γὰρ ἤδη ἰητροὶ ἔκαυσαν ὤμους ἐκπίπτοντας κατά τε τὴν ἐπωμίδα κατά τε τὸ ἔμπροσθεν, ᾗ ἡ κεφαλὴ τοῦ βραχίονος ἐξογκέει, κατά τε τὸ ὄπισθεν ὀλίγον τῆς ἐπωμίδος. αὗται οὖν αἱ καύσιες, εἰ μὲν εἰς τὸ ἄνω ἐξέπιπτεν ὁ βραχίων ἢ ἐς τοὔμπροσθεν ἢ ἐς τοὔπισθεν ὀρθῶς ἂν ἔκαιον. νῦν δὲ δὴ ὅτε ἐς τὸ κάτω ἐκπίπτει, ἐμβάλλουσιν αὗται αἱ καύσιες μᾶλλον ἢ κωλύουσιν. ἀποκλείουσι γὰρ τῆς ἄνω εὐρυχωρίης τὴν κεφαλὴν τοῦ βραχίονος. χρὴ δὲ ὧδε καίειν ταῦτα375ἀπολαβόντα τοῖσι δακτύλοισι κατὰ τὴν μασχάλην τὸ δέρμα ἀφελκύσαι κατ’ αὐτὴν τὴν ἴξιν μάλιστα, καθ’ ἣν ἡ κεφαλὴ τοῦ βραχίονος ἐκπίπτει.
Καὶ ἐν τούτῳ τῷ λόγῳ τὰ πλεῖστά ἐστι σαφῆ, ὧν οὐ μνημονεύσομεν, πλὴν ἐν οἷς ἀσάφειά τις περιέχεται.
Ἔπειτα δὲ οὕτως ἀφειλκυσμένον τὸ δέρμα διακαῦσαι ἐς τὸ πέρην.
Ἀξιοῖ μηδὲν ἄκαυστον καταλιπεῖν τοῦ ἀνατεινομένου δέρματος, ἀλλὰ διεκβάλλειν τὸ διάπυρον σιδήριον ἐκ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ μέρη τῆς μασχάλης καὶ ἐξ ἐκείνων ἐπὶ τὰ δεξιά.
Σιδηρίοισι χρὴ τὰ τοιαῦτα καίειν μὴ παχέσι, μηδὲ λίην φαλακροῖσιν, ἀλλὰ προμήκεσι. ταχυπορώτερα γὰρ καὶ τῇ χειρὶ ἐπερείδειν.
Φαλακρὰ κέκληκε τὰ περιφέρειαν ἔχοντα κατὰ τὸ πέρας, οἷον οἱ κατὰ τὰς μασχάλας ἔχουσι πυρίνες ἤτοι τὰ διαπύρινα καλούμενα καὶ αἱ σπαθομίλαι. προμήκη δὲ τὰ τούτοις ἐναντίως διακείμενα προσηγόρευσεν, ὧν οὐκ ἔστι περιφερὲς τὸ πέρας, ἀλλ’ ὀξύτερόν περ ἐμπλήρωμα παραπλήσιόν πως τοῖς εἰς τὰς παρακεντήσεις ἐπιτηδείοις ὀργάνοις.
Χρὴ δὲ διαφανέσι καίειν ὡς ὅτι τάχιστα περαιωθῇ κατὰ δύναμιν, τὰ γὰρ παχέα βραδέως περαιούμενα πλατυτέρας τὰς ἐκπτώσιας τῶν ἐσχαρῶν ποιέεται καὶ κίνδυνος ἂν· εἴη ξυῤῥαγῆναι τὰς ὠτειλὰς, καὶ κάκιον μὲν οὐδὲν ἂν εἴη, αἴσχιον δὲ καὶ ἀντεχνότερον. ὅταν δὲ διακαύσῃς ἐς τὸ377πέρην τῶν μὲν πλείστων, ἱκανῶς ἂν ἔχοι ἐν τῷ κάτω μέρει τὰς ἐσχάρας ταύτας μόνας θεῖναι.
Ἐκπεπυρῶσθαι βούλεται τὰ κατὰ τὴν μασχάλην σιδήρια, τὰ γὰρ ἱκανῶς διάπυρα διαφανῆ κέκληκεν.
- ὄφρα οἱ αἷμ’ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
Ἢν δὲ μὴ κίνδυνος φαίνηται εἶναι ξυῤῥαγῆναι τὰς ὠτειλὰς, ἀλλὰ πολὺ τὸ διὰ μέσου εἴη, ὑπάλειπτρον χρὴ λεπτὸν διέρσαι διὰ τῶν κατηγμάτων, ἔτι ἀναλελαμμένου τοῦ δέρματος· οὐ γὰρ ἂν ἄλλως δύναιο διέρσαι. ἐπὴν δὲ διέρσῃς, ἀφεῖναι τὸ δέρμα, ἔπειτα μεσηγὺ τῶν ἰσχαρῶν ἄλλην ἐσχάρην ἐμβάλλειν λεπτῷ σιδηρίῳ καὶ διακαῦσαι, ἄχρις ἂν τῷ ὑπαλείπτρῳ ἐγκύρσῃ. ὁκόσον δέ τι χρὴ τὸ δέρμα τὸ ἀπὸ τῆς μασχάλης ἀπολαμβάνειν, τοῖσι δὲ χρὴ τεκμαίρεσθαι, ἀδένες ὕπεισιν ὑπὸ τῇ μασχάλῃ, πολλαχῆ δὲ καὶ ἄλλῃ τοῦ σώματος.
Ὠτειλὰς κέκληκε τὰ ἕλκη παραπλησίως τῷ ποιητῇ περὶ τοῦ προσφάτου τραύματος εἰπόντι·
Ἐὰν οὖν, ὡς εἶπεν, ἀνατείνας τὸ δέρμα διακαύσῃς ἐγκάρσιον ἐκ δεξιῶν εἰς ἀριστερὰ διερείσας τὸ σίδηρον, ἑτέραν ἐπὶ ταύτῃ δευτέραν καῦσιν ἀξιοῖ σε ποιήσασθαι, καθέντα τὸ διάπυρον σίδηρον, οὐκέτι ἐγκάρσιον ἐκ τοῦ θατέρου μέρους ἐπὶ θάτερον, ἀλλ’ οἷον εἰς τὸ βάθος ἄντικρυς ἕως. χρὴ δὲ δῆλον ὅτι τὸ μεταξὺ τῶν προτέρων τραυμάτων ἀξιόλογον γίνεσθαι· μικροῦ γὰρ ὄντος αὐτοῦ κίνδυνος ξυῤῥαγῆναι τὰς ἑλκώσεις καὶ γενέσθαι μεγάλην μίαν, ὑφ’ ἧς οὐδὲν μὲν ἀποβήσεται χεῖρον, οἵ γε καίομεν ἕνεκα τοῦ ξηρᾶναί τε καὶ σφίγξαι μέρος· οὐ μὴν ἀναγκαῖόν ἐστιν οὐλὴν μεγάλην ἐργασάμενον αἴσχιον ἀποδεῖξαι τὸ χωρίον, ἐν ᾧ ἐπὶ σμικραῖς τρήσεσι τὴν ἴσην ὠφέλειάν ἐστι ποιήσασθαι.
Ἀλλὰ ἐν ἄλλῳ λόγῳ περὶ ἀδένων οὐλομελίης γεγράψεται, ὅτι τέ εἰσι καὶ οἷα ἐν οἵοισι σημαίνουσί τε καὶ δύνανται. τοὺς μὲν οὖν ἀδένας οὐ χρὴ προσεπιλαμβάνειν, οὐδ’ ὅσα ἐσωτέρω τῶν ἀδένων, μέγας γὰρ ὁ κίνδυνος.
Τὴν ὁλόκληρον φύσιν τῆς τῶν ἀδένων φύσεως οὐλομελίην εἴρηκεν, ἣν ἑτέρωθι διδάσκειν ἐπηγγείλατο, οὐ μὴν διασώζεταί γε τοιοῦτον βιβλίον Ἱπποκράτους περὶ ἀδένων οὐλομελίης. ἀλλά τις τῶν νεωτέρων Ἱπποκρατείων ἔγραψε μικρὸν βιβλίδιον ἐπιγράψας Ἱπποκράτους περὶ ἀδένων οὐλομελίης, ὃ καὶ τῇ λέξει καὶ τῇ διανοίᾳ λείπεται πάμπολυ τῶν γνησίων Ἱπποκράτους συγγραμμάτων, οὐ μὴν οὐδὲ ἐμνημόνευσέ τις περὶ αὐτοῦ τῶν ἔμπροσθεν ἰατρῶν, ἀλλ’ οὐδ’ οἱ τοὺς πίνακας ποιήσαντες ἴσασι τὸ βιβλίον.
Τοῖσι γὰρ ἐπικαιροτάτοισι τόνοισι γειτονεύονται. ὅσον δὲ ἐξωτέρω τῶν ἀδένων ἐπὶ πλεῖστον ἀπολαμβάνειν, ἀσινέα γάρ. γινώσκειν δὲ χρὴ ὅτι εἰ μὲν ἰσχυρῶς τὸν βραχίονα ἀνατείνοις, οὐ δυνήσῃ τοῦ δέρματος ἀπολαβεῖν οὐδὲν τοῦ ὑπὸ τῇ μασχάλῃ, ὅ τι καὶ ἄξιον λόγου κατατεῖναι.
Ὑποκεῖσθαι τῷ ὑπὸ τῇ μασχάλῃ φησὶ τόνους ἐπικαίρους οὕτως ὀνομάζων τὰ νεῦρα. γελοίως οὖν ἔνιοι τῶν νεωτέρων ἰατρῶν οἴονται τόνους τούτους ἐκεῖνα τὰ νεῦρα μόνον προσαγορεύειν νῦν ὅσα κατὰ τὴν συζυγίαν ἐξ ἐγκεφάλου πέφυκεν, ἐπειδὴ κατὰ τὸ βιβλίον τῶν ἐπιδημιῶν ἔφη· δύο δὲ τόνοι ἀπ’ ἐγκεφάλου παρὰ τὸ ὀστέον τοῦ μεγάλου σπονδύλου καὶ τὰ τούτων ἐφεξῆς. τὰ γὰρ ἐπὶ χεῖρας φερόμενα πρὸς ἁπάντων ὁμολογεῖται τῶν ἀνατομικῶν ἀπὸ τοῦ κατὰ τὸν τράχηλον ἐκφύεσθαι νωτιαίου, καθ’ ἃ μέρη πλησιάζει τῷ θώρακι καὶ ὡς φαίνεται ταῦτα προσαγορεύων
Σιμοῦται γὰρ ἐν τῇ ἀνατάσει, οὐδ’ αὖ τόνους οὐδεμιῇ μηχανῇ δεῖ τιτρώσκειν. οὗτοι γὰρ πρόχειροι γίνονται καὶ κατατεταμένοι ἐν τούτῳ τῷ σχήματι. εἰ δὲ μικρὸν ἐπάρῃς τὸν βραχίονα, πολὺ μὲν τοῦ δέρματος ἀπολήψῃ, οἱ δὲ τόνοι, ὧν δεῖ προμηθέεσθαι, εἴσω καὶ πρόσω τοῦ χειρίσματος γίνονται.
Καταδαπανᾶσθαί φασι τὸ κατὰ τὴν μασχάλην δέρμα διὰ τῆς ἀνατάσεως ὅλης τῆς χειρὸς, ἐπειδὴ χαλαρὸν ἔμπροσθεν
Ἆρ’ οὖν οὐκ ἐν πάσῃ τῇ τέχνῃ περὶ παντὸς χρὴ ποιέεσθαι τὰ δίκαια σχήματα ἐξευρίσκειν ἐφ’ ἑκάστοισι;
Τὰ κατὰ δύναμιν ἴσα, τουτέστιν ἐν οἷς φυλάττεται τὸ κατὰ τὴν ἀξίαν τε καὶ οἰκεῖον ἑκάστῳ πράγματι. νυνὶ γοῦν ἐστι τὸ μὲν προκείμενον πρᾶγμα καῦσις τοῦ κατὰ τὴν μασχάλην δέρματος, ἣν χρὴ ποιήσασθαι, βραχίονα σχηματίζοντα προσηκόντως. εἰ μὲν οὖν εἰς τοσοῦτον εἴη καθήμενος, ὡς ψαύειν τῶν πλευρῶν, εἴη παντάπασιν ὀλίγον ἐξῃρμένος, οὐδὲ θεάσασθαι τὸ βάθος τῆς μασχάλης οἷόν τε, μή τί γε τοῖς δακτύλοις ἀνατεῖναι τὸ δέρμα καὶ διακαῦσαι, μέχρι πλεῖστόν τε ἐπαρθέντος τοῦ βραχίονος, οὐδὲν ὅ τι καὶ
Ταῦτα μὲν κατὰ τὴν μασχάλην καὶ ἱκαναὶ αὗται αἱ καταλήψιες, ἢν ὀρθῶς τεθῶσιν αἱ ἐσχάραι.
Εἴρηνται αἱ καταλήψεις κατὰ τὸ δέρμα.